Job 24

CHAPTER 24

Job Questions the Actions of the Impious

διατί δε κύριον ουκ έλαθον ώραι ασεβείς δε όριον υπερέβησαν ποίμνιον συν ποιμένι αρπάσαντες υποζύγιον δε ορφανών απήγαγον και βουν χήρας ηνεχύρασαν εξέκλιναν αδυνάτους εξ οδού δικαίας ομοθυμαδόν εκρύβησαν πραείς γης απέβησαν δε ώσπερ όνοι εν αγρώ υπέρ εμού εξελθόντες την εαυτών πράξιν ηδύνθη αυτών άρτος εις νεωτέρους αγρόν προ ώρας ουκ αυτών όντα εθέρισαν αδύνατοι δε αμπελώνας ασεβών αμισθί και ασιτοί ειργάσαντο γυμνούς πολλούς εκοίμισαν άνευ ιματίων αμφίασιν δε ψυχής αυτών αφείλαντο από ψεκάδων ορέων υγραίνονται παρά το μη έχειν αυτοίς σκέπην πέτραν περιεβάλοντο ήρπασαν ορφανόν από μαστού εκπεπτωκότα δε εταπείνωσαν 10 γυμνούς δε εκοίμισαν αδίκως πεινώντων δε τον ψωμόν αφείλαντο 11 εν στενοίς αδίκως ενήδρευσαν οδόν δε δικαίαν ουκ ήδεισαν 12 οι εκ πόλεως και οίκων ιδίων εξεβάλοντο ψυχή δε νηπίων εστέναξε μέγα 13 αυτός δε διατί τούτων επισκοπήν ου πεποίηται επί γης όντων αυτών και ουκ επέγνωσαν οδόν δε δικαιοσύνης ουκ ήδεισαν ουδέ ατραπούς αυτών επορεύθησαν 14 γνους δε αυτών τα έργα παρέδωκεν αυτούς εις σκότος και νυκτός έσται ως κλέπτης 15 και οφθαλμός μοιχού εφύλαξε σκότος λέγων ου προνοήσει με οφθαλμός και αποκρυβήν προσώπου έθετο 16 διώρυξεν εν σκότει οικίας ημέρας εσφράγισαν εαυτούς ουκ επέγνωσαν φως 17 ότι ομοθυμαδόν αυτοίς τοπρωϊ σκιά θανάτου ότι επιγνώσεται ταραχάς σκιάς θανάτου 18 ελαφρός εστιν επί πρόσωπον ύδατος καταραθείη η μερίς αυτών επί γης αναφανείη δε τα φυτά αυτών 19 επί γης ξηρά αγκαλίδα γαρ ορφανών ήρπασαν 20 ειτ΄ ανεμνήσθη αυτού η αμαρτία ώσπερ δε ομίχλη δρόσου αφανής εγένετο αποδοθείη δε αυτώ α έπραξε συντριβείη δε πας άδικος ίσα ξύλω ανιάτω 21 στείραν γαρ ουκ ευ εποίησε και γύναιον ουκ ηλέησε 22 θυμώ δε κατέστρεψεν αδυνάτους αναστάς τοιγαρούν ου μη πιστεύση κατά της εαυτού ζωής 23 μαλακισθείς μη ελπιζέτω υγιασθήναι αλλά πεσείται νόσω 24 πολλούς γαρ εκάκωσε το ύψωμα αυτού εμαράνθη δε ώσπερ μολόχη εν καύματι η ώσπερ στάχυς από καλάμης αυτόματος αποπεσών 25 ει δε μη τις εστίν ο φάμενος ψευδή με λέγειν και θήσει εις ουθέν τα ρήματά μου
Copyright information for ABPGRK