Job 27

CHAPTER 27

Job Claims Innocence

1έτι δε προσθείς Ιωβ είπε τω προοιμίω 2ζη ο θεός ος ούτω με κέκρικε και ο παντοκράτωρ ο πικράνας μου την ψυχήν 3ει μην έτι της πνοής μου ενούσης πνεύμα δε θείον το περιόν μοι εν ρισί 4μη λαλήσει τα χείλη μου άνομα ουδέ η ψυχή μου μελετήσει άδικα 5μη μοι είη δικαίους υμάς αποφήναι έως αν αποθάνω ου γαρ απαλλάξω μου την ακακίαν μου 6δικαιοσύνη δε προσέχων ου μη πρόωμαι ου γαρ σύνοιδα εμαυτώ άτοπα πράξας 7ου μην δε αλλά είησαν οι εχθροί μου ώσπερ η καταστροφή των ασεβών και οι επ΄ εμέ επανιστάμενοι ώσπερ η απώλεια των παρανόμων 8και τις γαρ εστιν ελπίς ασεβεί ότι επέχει πεποιθώς επί κύριον άρα σωθήσεται 9η την δέησιν αυτού εισακούσεται ο θεός η επελθούσης αυτώ ανάγκης 10μη έχει τινά παρρησίαν εναντίον αυτού η ως επικαλεσαμένου αυτού εισακούσεται αυτού 11αλλά δη αναγγελώ υμίν τι εστιν εν χειρί κυρίου α εστι παρά παντοκράτορι ου ψεύσομαι 12ιδού πάντες οίδατε ότι κενά κενοίς επιβάλλετε 13αύτη η μερίς ανθρώπου ασεβούς παρά κυρίου κτήμα δε δυναστών ελεύσεται παρά παντοκράτορος επ΄ αυτούς 14εάν δε πολλοί γένωνται οι υιοί αυτού εις σφαγήν έσονται εάν δε και ανδρωθώσι προσαιτήσουσιν 15οι δε περιόντες αυτού θανάτω τελευτήσουσι χήρας δε αυτών ουδείς ελεήσει 16εάν συναγάγη ώσπερ γην αργύριον ίσα δε πηλώ ετοιμάση χρυσίον 17ταύτα πάντα δίκαιοι περιποιήσονται τα δε χρήματα αυτού αληθινοί καθέξουσιν 18απέβη δε ο οίκος αυτού ώσπερ σήτες και ώσπερ αράχνη 19πλούσιος κοιμηθήσεται και ου προσθήσει οφθαλμούς αυτού διήνοιξε και ουκ έστι 20συνήντησαν αυτώ ώσπερ ύδωρ αι οδύναι νυκτί δε υφείλετο αυτόν γνόφος 21αναλήψεται αυτόν καύσων και απελεύσεται και λικμήσει αυτόν εκ του τόπου αυτού 22και επιρρίψει επ΄ αυτόν και ου φείσεται εκ χειρός αυτού φυγή φεύξεται 23κροτήσει επ΄ αυτόν χείρας αυτού και συριεί αυτόν εκ του τόπου αυτού
Copyright information for ABPGRK