Job 28

CHAPTER 28

Job Examines Wisdom and Knowledge

εστι γαρ αργυρίω τόπος όθεν γίνεται τόπος δε χρυσίω όθεν διηθείται σίδηρος μεν γαρ εκ γης γίνεται χαλκός δε ίσα λίθω λατομείται τάξιν έθετο σκότει και παν πέρας αυτός εξακριβάζεται λίθος σκοτία και σκιά θανάτου διακοπή χειμάρρου από κονίας οι δε επιλανθανόμενοι οδόν δικαίαν ησθένησαν εκ βροτών εσαλεύθησαν γη εξ αυτής εξελεύσεται άρτος υποκάτω αυτής εστράφη ωσεί πυρ τόπος σαπφείρου οι λίθοι αυτής και χώμα χρυσίον αυτής τρίβος ουκ έγνω αυτήν πετεινόν και ου παρέβλεψεν αυτήν οφθαλμός γυπός ουκ επάτησαν αυτήν υιοί αλαζόνων ου παρήλθεν επ΄ αυτής λέων εν ακροτόμω εξέτεινε χείρα αυτού κατέστρεψε δε εκ ριζών όρη 10 θίνας δε ποταμών διέρρηξε παν δε έντιμον είδέ μου ο οφθαλμός 11 βάθη δε ποταμών ανεκάλυψεν έδειξε δε αυτού δύναμιν εις φως 12 η δε σοφία πόθεν ευρέθη ποίος δε τόπος εστί της επιστήμης 13 ουκ οίδε βροτός οδόν αυτής ουδέ μη ευρεθή εν ανθρώποις 14 άβυσσος είπεν ουκ έστιν εν εμοί και η θάλασσα είπεν ουκ έστι μετ΄ εμού 15 ου δώσει συγκλεισμόν αντ΄ αυτής και ου σταθήσεται αργύριον αντάλλαγμα αυτής 16 και ου συμβασταχθήσεται χρυσίω Ωφείρ εν όνυχι τιμίω και σαπφείρω 17 ουκ ισωθήσεται αυτή χρυσίον και ύαλος και το άλλαγμα αυτής σκεύη χρυσά 18 μετέωρα και γαβίς ου μνησθήσεται και έλκυσον σοφίαν υπέρ τα εσώτατα 19 ουκ ισωθήσεται αυτή τοπάζιον Αιθιοπίας χρυσίω καθαρώ ου συμβασταχθήσεται 20 η δε σοφία πόθεν ευρέθη ποίος δε τόπος εστί της συνέσεως 21 λέληθε πάντα άνθρωπον και από πετεινών του ουρανού εκρύβη 22 η απώλεια και ο θάνατος είπαν ακηκόαμεν αυτής το κλέος 23 ο θεός ευ συνέστησεν αυτής την οδόν αυτός δε οίδε τον τόπον αυτής 24 αυτός γαρ την υπ΄ ουρανόν πάσαν εφορά ειδώς τα εν τη γη 25 πάντα α εποίησεν ανέμων σταθμόν ύδατος μέτρα 26 ότε εποίησεν ούτως ιδών ηρίθμησε και οδόν εν τινάγματι φωνής 27 τότε είδεν αυτήν εξηγήσατο αυτήν ετοιμάσας εξιχνίασεν 28 είπε δε ανθρώπω ιδού η θεοσέβεια εστί σοφία το δε απέχεσθαι από κακών εστίν επιστήμη
Copyright information for ABPGRK