Job 29

CHAPTER 29

The Righteous State

1έτι δε προσθείς Ιωβ είπε τω προοιμίω 2τις αν με θείη κατά μήνα έμπροσθεν ημερών ων με ο θεός εφύλαξεν 3ως ότε ηύγει ο λύχνος αυτού υπέρ κεφαλής μου ότε τω φωτί αυτού επορευόμην εν σκότει 4ότε ήμην εν ημέραις νεότητός μου ότε ο θεός επισκοπήν εποιείτο του οίκου μου 5ότε ήμην υλώδης λίαν κύκλω δε μου οι παίδες μου 6ότε εχέοντο αι οδοί μου βουτύρω τα δε όρη μου εχέοντο γάλακτι 7ότε εξεπορευόμην όρθριος εν πόλει εν δε πλατείαις ετίθετό μου ο δίφρος 8ιδόντες με νεανίσκοι εκρύβησαν πρεσβύται δε πάντες έστησαν 9αδροί δε επαύσαντο λαλούντες δάκτυλον επιθέντες επί στόματι 10οι δε ακούσαντες εμακάρισάν με και γλώσσα αυτών τω λάρυγγι αυτών εκολλήθη 11ότι ωτίον ήκουσε και εμάκαρισέ με οφθαλμός δε ιδών με εξέκλινε 12διέσωσα γαρ πτωχόν εκ χειρός δυνάστου και ορφανώ ω ουκ ην βοηθός εβοήθησα 13ευλογία απολλυμένου επ΄ εμέ έλθοι στόμα δε χήρας με ευλόγησε 14δικαιοσύνην δε ενεδεδύκειν ημφιασάμην δε κρίμα ίσα διπλοϊδι 15οφθαλμός ήμην τυφλών πους δε χωλών 16εγώ ήμην πατήρ αδυνάτων δίκην δε ην ουκ ήδειν εξιχνίασα 17συνέτριψα δε μύλας αδίκων εκ δε μέσων των οδόντων αυτών άρπαγμα εξέσπασα 18είπα δε η ηλικία μου γηράσει ώσπερ στέλεχος φοίνικος πολύν χρόνον βιώσω 19η ρίζα διήνοικται επί ύδατος και δρόσος αυλισθήσεται εν τω θερισμώ μου 20η δόξα μου καινή μετ΄ εμού και το τόξον μου εν χειρί αυτού πορεύεται 21εμού ακούσαντες προσέσχον εσιώπησαν δε επί τη εμή βουλή 22επί τω εμώ ρήματι ου προσέθεντο περιχαρείς δε εγίνοντο οπόταν αυτοίς ελάλουν 23ώσπερ γη διψώσα προσδεχομένη τον υετόν ούτως ούτοι την εμήν λαλιάν 24εάν γελάσω προς αυτούς ου μη πιστεύσωσι και φως του προσώπου μου ουκ απέπιπτεν 25εξελεξάμην οδόν αυτών και εκάθισα άρχων και κατεσκήνουν ωσεί βασιλεύς εν μονοζώνοις ον τρόπον παθεινούς παρεκάλουν
Copyright information for ABPGRK