Job 3

CHAPTER 3

Job Curses the Day of His Birth

και μετά τούτο ήνοιξε Ιωβ το στόμα αυτού και κατηράσατο την ημέραν αυτού λέγων απόλοιτο η ημέρα εν η εγεννήθην και η νυξ εν η είπαν ιδού άρσεν η νυξ εκείνη είη σκότος και μη αναζητήσαι αυτήν ο κύριος άνωθεν μηδέ έλθοι εις αυτήν φέγγος εκλάβοι δε αυτήν σκότος και σκιά θανάτου επέλθοι επ΄ αυτήν γνόφος και ταραχθείη η ημέρα εκείνη και η νυξ εκείνη απενέγκαιτο αυτήν σκότος μη είη εις ημέρας ενιαυτού μηδέ αριθμηθείη εις ημέρας μηνών αλλά η νυξ εκείνη είη οδύνη και μη έλθοι επ΄ αυτήν ευφροσύνη μηδέ χαρμονή αλλά καταράσαιτο αυτήν ο καταρώμενος την ημέραν εκείνην οι μέλλοντες διεγείρειν τον Λεβιαθάν σκοτωθείη τα άστρα της νυκτός εκείνης και μη υπομείναι και εις φωτισμόν μη έλθοι και μη ίδοι Εωσφόρον ανατέλλοντα 10 ότι ου συνέκλεισε πύλας γαστρός μητρός μου απήλλαξε γαρ αν πόνον από οφθαλμών μου 11 διατί γαρ εν κοιλία ουκ ετελεύτησα εκ γαστρός δε εξήλθον και ουκ ευθύς απωλόμην 12 ινατί δε συνήντησάν μοι τα γόνατα ινατί δε μαστούς εθήλασα 13 νυν αν κοιμηθείς ησύχασα υπνώσας δε ανεπαυσάμην 14 μετά βασιλέων βουλευτών γης οι εγαυριώντο επί ξίφεσιν 15 η μετά αρχόντων ων πολύς ο χρυσός οι έπλησαν τους οίκους αυτών αργυρίου 16 η ώσπερ έκτρωμα εκπορευόμενον εκ μήτρας μητρός η ώσπερ νήπιοι οι ουκ είδον φως 17 εκεί ασεβείς έπαυσαν θυμόν οργής εκεί ανεπαύσαντο κατάκοποι τω σώματι 18 ομοθυμαδόν δε οι δεδεμένοι ουκ ήκουσαν φωνήν φορολόγου 19 μικρός και μέγας εκεί εστι και θεράπων δεδοικώς τον κύριον αυτού 20 ινατί γαρ δέδοται τοις εν πικρία φως ζωή δε ταις εν οδύναις ψυχαίς 21 οι ιμείρονται του θανάτου και ου τυγχάνουσιν ανορύσσοντες ώσπερ θησαυρούς 22 περιχαρείς δε εγένοντο εάν κατατύχωσι θάνατος ανδρί ανάπαυσις 23 ου η οδός απεκρύβη συνέκλεισε γαρ ο θεός κατ΄ αυτού 24 προ γαρ των σίτων μου στεναγμός ήκει μοι και χυθήσεται ως ύδατα βρυχήματα 25 φόβος γαρ ον εφρόντισα ήλθέ μοι και ον εδεδοίκειν συνήντησέ μοι 26 ούτε ειρήνευσα ούτε ησύχασα ούτε ανεπαυσάμην ήλθε δε μοι οργή
Copyright information for ABPGRK