Job 31

CHAPTER 31

Job's Covenant

διαθήκην εθέμην τοις οφθαλμοίς μου και ου συνήσω επί παρθένω και τι εμέρισεν ο θεός άνωθεν και κληρονομία ικανού εξ υψίστων ουαί απώλεια τω αδίκω και απαλλοτρίωσις τοις ποιούσιν ανομίαν ουχί αυτός όψεται οδόν μου και πάντα τα διαβήματά μου εξαριθμήσει ει δε ήμην πεπορευμένος μετά γελοιαστών ει δε και εσπούδακεν ο πους μου εις δόλον έσταμαι γαρ εν ζυγώ δικαίω ειδε δε ο κύριος την ακακίαν μου ει εξέκλινεν ο πους μου εκ της οδού ει δε και τω οφθαλμώ επηκολούθησεν η καρδία μου ει δε και ταις χερσί μου ηψάμην δώρων σπείραιμι άρα και άλλοι φάγοισαν άρριζος δε γενοίμην επί γης ει εξηκολούθησεν η καρδία μου γυναικί ανδρός ετέρου ει και εγκάθετος εγενόμην επί θύραις αυτής 10 αρέσαι άρα και η γυνή μου ετέρω τα δε νήπιά μου ταπεινωθείη 11 θυμός γαρ οργής ακατάσχετος το μιάναι ανδρός γυναίκα 12 πυρ γαρ εστι καιόμενον επί πάντων των μερών ουδ΄ αν επέλθοι εκ ριζών απώλεσεν 13 ει δε και εφαύλισα κρίμα θεράποντός μου η θεραπαίνης κρινομένων αυτών προς με 14 τι γαρ ποιήσω εάν έτασίν μου ποιήσηται ο κύριος εάν δε και επισκοπήν τίνα απόκρισιν ποιήσομαι 15 πότερον ουκ ως και εγώ εγενόμην εν γαστρί και εκείνοι γεγόνασι γεγόναμεν δε εν τη αυτή κοιλία 16 αδύνατοι δε χρείαν ην ποτε είχον ουκ απέτυχον χήρας δε τον οφθαλμόν ουκ εξέτηξα 17 ει δε και τον ψωμόν μου έφαγον μόνος και ουχί ορφανώ μετέδωκα εξ αυτού 18 ότι εκ νεότητός μου εξέτρεφον ως πατήρ και εκ γαστρός μητρός μου ωδήγησα 19 ει δε και υπερείδον γυμνόν απολλύμενον και ουκ ημφίασα 20 αδύνατοι δε ει μη ευλόγησαν με από δε κουράς αμνών μου εθερμάνθησαν οι ώμοι αυτών 21 ει επήρα ορφανώ χείρα πεποιθώς ότι πολλή μοι βοήθεια περίεστιν 22 αποσταίη άρα ο ώμός μου από της κλειδός ο δε βραχίων μου από του αγκώνος συντριβείη 23 φόβος γαρ κυρίου συνέσχε με από του λήμματος αυτού ουχ υποίσω 24 ει έταξα χρυσίον εις ισχύν μου ει δε και λίθω πολυτελεί επεποίθησα 25 ει δε και ευφράνθην πολλού πλούτου μοι γενομένου ει δε και επ΄ αναριθμήτοις εθέμην χείρά μου 26 η ουχ ορώμεν ήλιον τον επιφαύσκοντα εκλείποντα σελήνην δε φθίνουσαν ου γαρ επ΄ αυτοίς εστι 27 και ει ηπατήθη λάθρα η καρδία μου ει δε χείρά μου επιθείς επί στόματι μου εφίλησα 28 και τούτό μοι άρα ανομία η μεγίστη λογισθείη ότι εψευσάμην έναντι κυρίου του υψίστου 29 ει δε και επιχαρής εγενόμην πτώματι εχθρών μου και είπεν η καρδία μου εύγε 30 ακούσαι άρα το ους μου την κατάραν μου θρυλληθείην δε άρα υπό λαού μου κακούμενος 31 ει δε και πολλάκις είπον αι θεράπαιναί μου τις αν δώη ημίν των σαρκών αυτού εμπλησθήναι λίαν μου χρηστού οντος 32 έξω δε ουκ ηυλίζετο ξένος η δε θύρα μου παντί ελθόντι ανέωκτο 33 ει δε και αμαρτών ακουσίως έκρυψα την αμαρτίαν μου 34 ου γαρ διετράπην πολυοχιλίαν πλήθους του μη εξαγορεύσαι ενώπιον αυτών ει δε και είασα αδύνατον εξελθείν την θύραν μου κόλπω κενώ 35 τις δώη ακούοντά μου χείρα δε κυρίου ει μη εδεδοίκειν συγγραφήν δε ην είχον κατά τινος 36 επ΄ ώμοις αν περιθέμενος στέφανον ανεγίνωσκον 37 και ει μη ρήξας αυτήν απέδωκα ουθέν λαβών παρά χρεωφειλέτου 38 ει επ΄ εμοί ποτέ η γη εστέναξεν ει δε και οι αύλακες αυτής έκλαυσαν ομοθυμαδόν 39 ει δε και την ισχύν αυτής έφαγον μόνος άνευ τιμής ει δε και ψυχήν κυρίου της γης εκλαβών ελύπησα 40 αντί πυρού άρα εξέλθοι μοι κνίδη αντί δε κριθής βάτος και επαύσατο Ιωβ ρήμασιν
Copyright information for ABPGRK