Job 32

CHAPTER 32

Elihu Speaks in Anger

ησύχασαν δε και οι τρεις φίλοι αυτού έτι αντειπείν Ιωβ ην γαρ Ιωβ δίκαιος εναντίον αυτών ωργίσθη δε Ελιού ο του Βαραχιήλ ο Βουζίτης εκ της συγγενείας Αραμ της Αυσίτιδος χώρας ωργίσθη δε τω Ιωβ σφόδρα διότι απέφηνεν εαυτόν δίκαιον εναντίον του κυρίου και κατά των τριών δε φίλων ωργίσθη σφόδρα ότι ουκ ηδυνήθησαν αποκριθήναι αντίθετα Ιωβ και έθεντο αυτόν είναι ασεβή Ελιού δε υπέμεινε δούναι απόκρισιν Ιωβ ότι πρεσβύτεροι αυτού εισίν ημέραις και είδεν Ελιού ότι ουκ έστιν απόκρισις εν στόματι των τριών ανδρών και εθυμώθη οργη αυτού υπολαβών δε Ελιού ο του Βαραχιήλ ο Βουζίτης είπε νεώτερος μεν ειμι τω χρόνω υμείς δε εστέ πρεσβύτεροι διό ησύχασα φοβηθείς του υμίν αναγγείλαι την εμαυτού επιστήμην είπα δε ουχ ο χρόνος εστίν ο λαλών εν πολλοίς δε έτεσιν ουκ οίδασι σοφίαν αλλά πνεύμά εστιν εν βροτοίς πνοή δε παντοκράτορός εστιν η διδάσκουσα ουχ οι πολυχρόνιοί εισι σοφοί ουδ΄ οι γέροντες οίδασι κρίμα 10 διό είπα ακούσατέ μου και αναγγελώ υμίν α οίδα 11 ενωτίζεσθέ μου τα ρήματα ερώ γαρ υμών ακουόντων άχρι ου ετάσητε λόγους 12 και μέχρι υμών συνήσω και ιδού ουκ ην τω Ιωβ ελέγχων ανταποκρινόμενος ρήματα αυτού εξ υμών 13 ίνα μη είπητε εύρομεν σοφίαν κυρίω προσθέμενοι 14 ανθρώπω δε επετρέψατε λαλήσαι τοιαύτα ρήματα 15 επτοήθησαν ουκ απεκρίθησαν έτι επαλαίωσαν εξ αυτών λόγους 16 υπέμεινα ου γαρ ελάλησα ότι έστησαν ουκ απεκρίθησαν 17 υπολαβών δε Ελιού λέγει πάλιν λαλήσω 18 πλήρης γαρ ειμι ρημάτων ολέκει γαρ με το πνεύμα της γαστρός 19 η δε γαστήρ μου ώσπερ ασκός γλεύκους ζέων δεδεμένος και ώσπερ φυσητήρ χαλκέως ερρηγώς 20 λαλήσω ίνα αναπαύσωμαι ανοίξας τα χείλη 21 άνθρωπον γαρ ου μη αίσχυνθω αλλά μην ουδέ βροτόν ου μη εντραπώ 22 ου γαρ επίσταμαι θαυμάσαι πρόσωπον ει δε μη και εμέ σήτες έδονται
Copyright information for ABPGRK