Job 33

CHAPTER 33

Elihu Proposes The LORD Recompenses Justice

ου μην δε αλλά άκουσον Ιωβ τα ρήματά μου και λαλιάν ενωτίζου μου ιδού γαρ ήνοιξα το στόμα μου και ελάλησεν η γλώσσά μου καθαρά μου η καρδία ρήμασι σύνεσις δε χειλέων μου καθαρά νοήσει πνεύμα θείον το ποιήσάν με πνοή δε παντοκράτορός εστιν η διδάσκουσά με εάν δύνη δος μοι απόκρισιν προς ταύτα υπόμεινον στήθι κατ΄ εμέ και εγώ κατά σε εκ πηλού διήρτισαι συ ως και εγώ εκ του αυτού διηρτίσμεθα ουχ ο φόβος μου σε εκθαμβήσει ουδέ η χειρ μου βαρεία έσται επί σοι πλην είπας εν ωσί μου φωνήν ρημάτων σου ακήκοα διότι λέγεις καθαρός ειμι ουχ αμαρτών άμεμπτος γαρ ειμί ου γαρ ηνόμησα 10 μέμψιν δε κατ΄ εμού εύρεν ήγηται δε με ώσπερ υπεναντίον 11 έθετο δε εν ξύλω τον πόδα μου εφύλαξε δε μου πάσας τας οδους 12 πως γαρ λέγεις δίκαιός ειμί και ουκ επακήκοέ μου αιώνιος γαρ εστιν ο επάνω βροτών 13 λέγεις δε διατί της δικαιοσύνης μου ουκ επακήκοε παν ρήμα 14 εν γαρ τω άπαξ λαλήσαι ο κύριος εν δε τω δευτέρω 15 ενύπνιον η εν μελέτη νυκτερινή η ως όταν επιπίπτη δεινός φόβος επ΄ ανθρώπους επί νυσταγμάτων επί κοίτης 16 τότε ανακαλύπτει νουν ανθρώπων εν είδεσι φόβου τοιούτοις αυτοίς εξεφόβησεν 17 αποστρέψαι άνθρωπον εξ αδικίας το δε σώμα αυτού από πτώματος ερρύσατο 18 εφείσατο δε της ψυχής αυτού από θανάτου και μη πεσείν αυτόν εν πολέμω 19 πάλιν δε ήλεγξεν αυτόν επί μαλακία επί κοίτης και πλήθος οστών αυτού ενάρκησε 20 παν δε βρωτόν σίτου ου μη δύνηται προσδέξασθαι και η ψυχή αυτού βρώσιν επιθυμήσει 21 έως αν σαπώσιν αυτού αι σάρκες και αποδείξη τα οστά αυτού κενά 22 ήγγισε δε εις θάνατον η ψυχή αυτού η δε ζωή αυτού εν άδη 23 εάν ώσι χίλιοι άγγελοι θανατηφόροι εις αυτών ου μη τρώσει αυτόν εάν νοήση τη καρδία επιστραφήναι προς κύριον αναγγείλη δε ανθρώπω την εαυτού μέμψιν την δε ανομίαν αυτού δείξη 24 ανθέξεται του μη πεσείν εις θάνατον ανανεώσει δε αυτού το σώμα ώσπερ αλοιφήν επί τοίχου τα δε οστά αυτού εμπλήσει μυελού 25 απαλυνεί αυτού τας σάρκας ώσπερ νηπίου αποκαταστήσει δε αυτόν ανδρωθέντα εν ανθρώποις 26 ευξάμενος δε προς κύριον και δεκτά αυτώ έσται εισελεύσεται δε προσώπω καθαρώ συν εξηγορία αποδώσει δε ανθρώποις δικαιοσύνην 27 είτα τότε απομέμψεται άνθρωπος αυτός εαυτώ λέγων οία συνετέλουν και ουκ άξια ήτασέ με ων ήμαρτον 28 σώσον ψυχήν μου του μη ελθείν εις διαφθοράν και η ζωή μου φως όψεται 29 ιδού ταύτα πάντα εργάται ο ισχυρός οδούς τρεις μετά ανδρός 30 και ερρύσατο την ψυχήν μου εκ θανάτου ίνα η ζωή μου εν φωτί αινή αυτόν 31 ενωτίζου Ιωβ και άκουέ μου κώφευσον και εγώ ειμι λαλήσω 32 ει εισί σοι λόγοι αποκρίθητί μοι λάλησον θέλω γαρ δικαιωθήναί σε 33 ει μη συ άκουσόν μου κώφευσον και διδάξω σε σοφίαν
Copyright information for ABPGRK