Job 34

CHAPTER 34

Elihu Proposes that The LORD Inspects Men

1υπολαβών δε Ελιού λέγει 2ακούσατέ μου σοφοί επιστάμενοι ενωτίζεσθε το καλόν 3ότι ους λόγους δοκιμάζει και λάρυγξ γεύεται βρώσιν 4κρίσιν ελώμεθα εαυτοίς γνώμεν αναμέσον εαυτών ο τι καλόν 5ότι είρηκεν Ιωβ δίκαιός ειμι ο κύριος απήλλαξέ μου το κρίμα 6εψεύσατο δε τω κρίματί μου βίαιον το βέλος μου άνευ αδικίας 7τις ανήρ ώσπερ Ιωβ πίνων μυκτηρισμόν ώσπερ ύδωρ 8ουκ αμαρτών ουδέ ασεβήσας ουδ΄ όλως κοινωνήσαι μετά ποιούντων τα άνομα του πορευθήναι μετά ασεβών 9μη γαρ είπης ότι ουκ έσται επισκοπή ανδρός και επισκοπή αυτώ παρά κυρίου 10διό συνετοί καρδίας ακούσατέ μου μη μοι είη έναντι κυρίου ασεβήσαι και έναντι παντοκράτορος ταράξαι το δίκαιον 11αλλά αποδιδοί ανθρώπω καθά ποιεί έκαστος αυτών και εν τρίβω ανδρός ευρήσει αυτόν 12οίει δε τον κύριον άτοπα ποιήσειν η ο παντοκράτωρ ταράξει κρίσιν ος εποίησε την γην 13τις δε εστίν ο ποιών την υπ΄ ουρανόν και τα ενόντα πάντα 14ει γαρ βούλοιτο συσχείν και το πνεύμα παρ΄ αυτώ κατασχείν 15τελευτήσει πάσα σαρξ ομοθυμαδόν πας βροτός εις γην απελεύσεται όθεν και επλάσθη 16ει δε μη νουθετή άκουε ταύτα ενωτίζου φωνήν ρημάτων 17ίδε συ τον μισούντα άνομα και τον ολλύντα τους πονηρούς όντα αιώνιον δίκαιον 18ασεβής ο λέγων βασιλεί παρανομείς ασεβέστατος τοις άρχουσιν 19ος ουκ επαισχύνθη πρόσωπον εντίμου ουδέ οίδε τιμήν θέσθαι αδροίς θαυμασθήναι πρόσωπα αυτών 20κενά δε αυτοίς αποβήσεται το κεκραγέναι και δείσθαι ανδρός εχρήσαντο γαρ παρανόμως εκκλεινομένων αδυνάτων 21αυτός γαρ ορατής εστιν έργων ανθρώπων λέληθε δε αυτόν ουδέν ων πράσσουσιν 22ουδέ εστι τόπος του κρυβήναι τους ποιούντας τα άνομα 23ότι ουκ επ΄ άνδρα θήσει έτι 24ο γαρ κύριος πάντας εφορά ο καταλαμβάνων ανεξιχνίαστα ένδοξά τε και εξαίσια ων ουκ έστιν αριθμός 25ο γνωρίζων αυτών τα έργα και στρέψει νύκτα και ταπεινωθήσονται 26έσβεσε δε ασεβείς ορατοί δε εναντίον αυτού 27ότι εξέκλιναν εκ νόμου θεού δικαιώματα αυτού ουκ επέγνωσαν 28του επαγαγείν επ΄ αυτόν κραυγήν πενήτων και κραυγήν πτωχών εισακούσεται 29και αυτός ησυχίαν παρέξεται και τις καταδικάσεται και κρύψει πρόσωπον και τις όψεται αυτόν και κατά έθνους και κατά ανθρώπου ομού 30βασιλεύων άνθρωπον υποκριτήν από δυσκολίας λαού 31ότι προς τον ισχυρόν ο λέγων είληφα ουκ ενεχυράσω 32άνευ εμαυτού όψομαι συ δείξόν μοι ει αδικίαν ειργασάμην ου μη προσθήσω 33μη παρά σου αποτίσει αυτήν ότι συ απώση ότι συ εκλέξη και ουκ εγώ και τι έγνως λάλησον 34διό συνετοί καρδίας ερούσι ταύτα ανήρ δε σοφός ακήκοέ μου το ρήμα 35Ιωβ δε ουκ εν συνέσει ελάλησε τα δε ρήματα αυτού ουκ εν επιστήμη 36ου μην δε αλλά μάθε Ιωβ μη δως έτι ανταπόκρισιν ώσπερ οι άφρονες 37ίνα μη προσθώμεν εφ΄ αμαρτίαις ημών ανομία δε εφ΄ ημίν λογισθείη πολλά λαλούντων ρήματα εναντίον του κυρίου
Copyright information for ABPGRK