Job 35

CHAPTER 35

Elihu Urges Job to Plead with The LORD

1υπολαβών δε Ελιού λέγει 2τι τούτο ηγήσω εν κρίσει συ τις ει ότι είπας δίκαιός ειμι εναντίον κυρίου 3οτι ερείς τι ποιήσω αμαρτών 4εγώ σοι δώσω απόκρισιν και τοις τρισί φίλοις σου 5ανάβλεψον εις τον ουρανόν και ίδε κατάμαθε νέφη ως υψηλά από σου 6ει ήμαρτες τι πράξεις ει δε και πολλά ηνόμησας τι δύνασαι ποιήσαι 7επεί ουν δίκαιος ει τι δώσεις αυτώ η τι εκ χειρός σου λήψεται 8ανδρί τω ομοίω σου η ασέβειά σου και υιώ ανθρώπου η δικαιοσύνη σου 9από πλήθους συκοφαντούμενοι κεκράξονται βοήσονται από βραχίονος πολλών 10και ουκ είπε που εστιν ο θεός ο ποιήσας με ο κατατάσσων φυλακάς νυκτερινάς 11ο διορίζων με από τετραπόδων γης από δε πετεινών ουρανού 12εκεί κεκράξονται και ου μη εισακούση και από ύβρεως πονηρών 13άτοπα γαρ βούλεται ου ιδείν ο κύριος αυτός γαρ ο παντοκράτωρ 14ορατής εστι των συντελούντων τα άνομα και σώσει με κρίθητι δε εναντίον αυτού ει δύνασαι αινέσαι αυτόν ως έστι 15και νυν ότι ουκ έστιν επισκεπτόμενος οργήν αυτού και ουκ έγνω παραπτώματι σφόδρα 16και Ιωβ ματαίως ανοίγει το στόμα αυτού εν αγνωσία ρήματα βαρύνει
Copyright information for ABPGRK