Job 38

CHAPTER 38

The LORD Questions Job

μετά δε το παύσασθαι Ελιού της λέξεως είπεν ο κύριος τω Ιωβ διά λαίλαπος και νεφέλης τις ούτος ο κρύπτων βουλήν συνέχων δε ρήματα εν καρδία εμέ δε οίεται κρύπτειν ζώσαι ώσπερ ανήρ την οσφύν σου ερωτήσω δε σε συ δε μοι αποκρίθητι που ης εν τω θεμελιούν με την γην απάγγελον δε μοι ει επίστη σύνεσιν τις έθετο τα μέτρα αυτής ει οίδας η τις ο επαγαγών σπαρτίον επ΄ αυτής επί τίνος οι κρίκοι αυτής πεπήγασι τις δε εστιν ο βαλών λίθον γωνιαίον επ΄ αυτής ότε εγενήθησαν άστρα ήνεσάν με φωνή μεγάλη πάντες άγγελοί μου έφραξα δε θάλασσαν πύλαις ότε εμαίμασσεν εκ κοιλίας μητρός αυτής εκπορευομένη εθέμην δε αυτή νέφος αμφίασιν ομίχλη δε αυτήν εσπαργάνωσα 10 εθέμην δε αυτή όρια περιθείς κλείθρα και πύλας 11 είπα δε αυτή μέχρι τούτου ελεύση και ουχ υπερβήση αλλ΄ εν σεαυτή συντριβήσονταί σου τα κύματα 12 η επί σου συντέταχα φέγγος πρωϊνόν Εωσφόρος δε είδε την εαυτού τάξιν 13 επιλαβέσθαι πτερύγων γης εκτινάξαι ασεβείς εξ αυτής 14 η συ λαβών γης πηλόν έπλασας ζώον και λαλητόν αυτόν έθου επί γης 15 αφείλες δε από ασεβών το φως βραχίονα δε υπερηφάνων συνέτριψας 16 ήλθες επί πηγήν θαλάσσης εν δε ίχνεσιν αβύσσου περιεπάτησας 17 ανοίγονται δε σοι φόβω πύλαι θανάτου πυλωροί δε άδου ιδόντες σε έπτηξαν 18 νενουθέτησαι δε το εύρος της υπ΄ ουρανόν ανάγγειλον δη μοι πόση τις εστι 19 ποία δε γη αυλίζεται το φως σκότους δε ποίος ο τόπος 20 ει αγάγοις με εις όρια αυτών ει δε και επίστασαι τρίβους αυτών 21 οίδας άρα ότι τότε γεγέννησαι αριθμός δε ετών σου πολύς 22 ήλθες δε επί θησαυρούς χιόνος θησαυρούς δε χαλάζης εώρακας 23 απόκειται δε σοι εις ώραν εχθρών εις ημέραν πολέμου και μάχης 24 πόθεν δε εκπορεύεται πάχνη η διασκεδάννυται νότος εις την υπ΄ ουρανόν 25 τις δε ητοίμασεν υετώ λάβρω ρύσιν οδόν δε κυδοιμώ 26 του υετίσαι επί γην ου ουκ ανήρ έρημον ου ουχ υπάρχει άνθρωπος εν αυτή 27 του χορτάσαι άβατον και αοίκητον και του εκβλαστήσαι έξοδον χλόης 28 τις εστίν υετού πατήρ τις δε εστίν ο τετοκώς βώλους δρόσου 29 εκ γαστρός δε τίνος εκπορεύεται ο κρύσταλλος πάχνην δε εν ουρανώ τις τέτοκεν 30 η καταβαίνει ώσπερ ύδωρ ρέον πρόσωπον δε αβύσσου τις έπτηξε 31 συνήκας δε δεσμόν Πλειάδος και φραγμόν Ωρίωνος ήνοιξας 32 η διανοίξεις Μαζουρώθ εν καιρώ αυτού και Έσπερον επί κόμης αυτού άξεις αυτόν 33 επίστασαι δε τροπάς ουρανού η τα υπ΄ ουρανόν ομοθυμαδόν γινόμενα 34 καλέσεις δε νέφος φωνή και τρόμω ύδατος λάβρου υπακούσεταί σοι 35 αποστελείς δε καραυνούς και πορεύσονται ερούσι δε σοι τι εστί 36 τις δε έδωκε γυναιξίν υφάσματος σοφίαν η ποικιλτικήν επιστήμην 37 τις δε ο αριθμών νέφη σοφία ουρανόν δε εις γην έκλινε 38 κέχυται δε ώσπερ γη κονία κεκόλληκα δε αυτόν ώσπερ λίθω κύβον 39 θηρεύσεις δε λέουσι βοράν ψυχάς δε δρακόντων εμπλήσεις 40 δεδοίκασι γαρ εν κοίταις αυτών κάθηνται δε εν ύλαις ενεδρεύοντες 41 τις δε ητοίμασε κόρακι βοράν νεοσσοί γαρ αυτού προς κύριον κεκράγασι πλανώμενοι τα σίτα ζητούντες
Copyright information for ABPGRK