Job 40

CHAPTER 40

και απεκρίθη κύριος ο θεός τω Ιωβ και είπε μη κρίσιν μετά ικανού κρίνεις ελέγχων θεόν αποκριθήσεται αυτώ

Job Responds to The LORD

υπολαβών δε Ιωβ λέγει τω κυρίω τι έτι εγώ κρίνομαι νουθετούμενος και ελέγχων κύριον ακούων τοιαύτα ουθέν ων εγώ δε τίνα απόκρισιν δω προς ταύτα χείρα θήσω επί στόματι μου άπαξ λελάληκα επι δε τω δευτέρω ου προσθήσω έτι δε υπολαβών ο κύριος είπε τω Ιωβ εκ του νέφους μη αλλά ζώσαι ώσπερ ανήρ την οσφύν σου ερωτήσω δε σε συ δε μοι αποκρίθητι η αποποίη μου το κρίμα οίει δε με άλλως σοι κεχρηματικέναι η ίνα αναφανής δίκαιος η βραχίων σοι εστι κατά του κυρίου η φωνή κατ΄ αυτόν βροντάς 10 ανάλαβε δε ύψος και δύναμιν δόξαν δε και τιμήν αμφίασαι 11 απόστειλον δε αγγέλους οργή πάντα δε υβριστήν ταπείνωσον 12 υπερήφανον δε σβέσον σήψον δε ασεβείς παραχρήμα 13 κρύψον δε εις γην ομοθυμαδόν τα δε πρόσωπα αυτών ατιμίας έμπλησον 14 και γε εγώ ομολογήσω άρα ότι δύναται η δεξιά σου σώσαι

The Beast

15 αλλά δη ιδού θηρία παρά σοι χόρτον ίσα βουσίν εσθίει 16 ιδού δη η ισχύς αυτού επ΄ οσφύϊ η δε δύναμις αυτού επ΄ ομφαλού γαστρός 17 έστησεν ουράν ως κυπάρισσον τα δε νεύρα αυτού συμπέπλεκται 18 αι πλευραί αυτού πλευραί χάλκειαι η δε ράχις αυτού σίδηρος χυτός 19 τουτ΄ έστιν αρχή πλάσματος κυρίου πεποιημένον εγκαταπαίζεσθαι υπό των αγγέλων αυτού 20 επελθών δε επ΄ όρος ακρότομον εποίησε χαρμονήν τετράποσιν εν τω ταρτάρω 21 υπό παντοδαπά δένδρα κοιμάται παρά πάπυρον και κάλαμον και βούτομον 22 σκιάζονται δε αυτώ δένδρα συν οροδάμνοις και κλώνες άγνου 23 εάν γένηται πλημμύρα ου μη αισθηθή πέποιθεν ότι προσκρούσει ο Ιορδάνης εις το στόμα αυτού 24 εν τω οφθαλμώ αυτού δέξεται αυτόν ενσκολιευόμενος τρήσει ρίνα
Copyright information for ABPGRK