Job 42

CHAPTER 42

Job's defense

υπολαβών δε Ιωβ τω κυρίω λέγει οίδα ότι πάντα δύνασαι αδυνατεί δε σοι ουδέν τις γαρ εστιν ο κρύπτων σε βουλήν φειδόμενος δε ρημάτων και σε οίεται κρύπτειν τις δε αναγγελεί μοι α ουκ ήδειν μεγάλα και θαυμαστά α ουκ επιστάμην άκουσον δε μου κύριε ίνα καγώ λαλήσω ερωτήσω δε σε συ δε με δίδαξον ακοήν μεν ωτός ήκουόν σου το πρότερον νυνί δε ο οφθαλμός μου εώρακέ σε διό εφαύλισα εμαυτόν και ετάκην ήγημαι δε εμαυτόν γην και σποδόν

Job Acquitted

εγένετο δε μετά το λαλήσαι τον κύριον πάντα τα ρήματα ταύτα τω Ιωβ είπεν ο κύριος Ελιφάζ τω Θαιμανίτη ήμαρτες συ και οι δύο φίλοι σου ου γαρ ελαλήσατε ενώπιόν μου αληθές ουδέν ώσπερ ο θεράπων μου Ιωβ νυν δε λάβετε επτά μόσχους και επτά κριούς και πορεύθητε προς τον θεράποντά μου Ιωβ και ποιήσει κάρπωσιν περί υμών ότι ει μη πρόσωπον αυτού λήψομαι ει μη γαρ δι΄ αυτόν απώλεσα αν υμάς ου γαρ ελαλήσατε αληθές κατά του θεράποντός μου Ιωβ επορεύθη δε Ελιφάζ ο Θαιμανίτης και Βαλδάδ ο Σαυχίτης και Σωφάρ ο Μιναίος και εποίησαν καθώς συνέταξεν αυτοίς ο κύριος και έλυσε την αμαρτίαν αυτοις διά Ιωβ

The LORD Gives Job Double

10 ο δε κύριος ηύξησε τον Ιωβ ευξαμένου δε αυτού και περί των φίλων αυτού αφήκεν αυτοίς την αμαρτίαν έδωκε δε ο κύριος διπλά όσα ην εμπροσθεν Ιωβ εις διπλασιασμόν 11 ήκουσαν δε πάντες οι αδελφοί αυτού και αι αδελφαί αυτού πάντα τα συμβεβήκοτα αυτώ και ήλθον προς αυτόν και πάντες όσοι ήδεισαν αυτόν εκ πρώτου φαγόντες δε και πιόντες παρ΄ αυτώ παρεκάλεσαν αυτόν και εθαύμασαν επί πάσιν οις επήγαγεν επ΄ αυτώ ο κύριος έδωκε δε αυτώ έκαστος αμνάδα μίαν και τετράδραχμον χρυσούν άσημον 12 ο δε κύριος ευλόγησε τα έσχατα Ιωβ η τα έμπροσθεν ην δε τα κτήνη αυτού πρόβατα μύρια τετρακισχίλια κάμηλοι εξακισχίλιαι ζεύγη βοών χίλια όνοι θήλειαι νομάδες χίλιαι 13 γεννώνται δε αυτώ υιοί επτά και θυγατέρες τρεις 14 και εκάλεσε την μεν πρώτην ημέραν την δε δευτέραν Κασίαν την δε τρίτην Αμαλθαίας κέρας 15 και ουχ ευρέθησαν κατά τας θυγατέρας Ιωβ βελτίους αυτών εν τη υπ΄ ουρανόν έδωκε δε αυταίς ο πατήρ κληρονομίαν εν τοις αδελφοίς 16 έζησε δε Ιωβ μετά την πληγήν έτη εκατόν τεσσαράκοντα και είδεν Ιωβ τους υιούς αυτού και τους υιούς των υιών αυτού τετάρτην γενεάν 17 και ετελεύτησεν Ιωβ πρεσβύτερος και πλήρης ημερών
Copyright information for ABPGRK