Job 5

CHAPTER 5

Eliphaz Continues to Speak

επικάλεσαι δε ει τις σοι υπακούσεται η ει τινα αγγέλων αγίων όψει και γαρ άφρονα αναιρεί οργή πεπλανημένον δε θανατοί ζήλος εγώ δε εώρακα άφρονας ρίζας βάλλοντας και κατηρασάμην την ευπρέπειαν αυτών παραχρήμα πόρρω γένοιντο οι υιοί αυτών από σωτηρίας και επιτριβήσονται επί θύραις ησσόνων και ουκ έσται ο εξαιρούμενος α γαρ εκείνοι εθέρισαν πεινών φάγεται αυτοί δε προς ενόπλων αρθήσονται εκσιφωνισθείη αυτών η ισχύς ου γαρ μη εξέλθη εκ της γης κόπος ουδέ εξ ορέων αναβλαστήσει πόνος αλλά άνθρωπος γεννάται κόπω νεοσσοί δε αετών τα υψηλά πέτονται ου μην δε αλλά εγώ δεηθήσομαι κυρίου κύριον δε των πάντων δεσπότην επικαλέσομαι τον ποιούντα μεγάλα και ανεξιχνίαστα ένδοξά τε και εξαίσια ων ουκ έστιν αριθμός 10 τον διδόντα υετόν επί την γην αποστέλλοντα ύδωρ επί την υπ΄ ουρανόν 11 τον ποιούντα ταπεινούς εις ύψος και απολωλότας εξεγείροντα 12 διασκεδάζοντα βουλάς πανούργων και ου μη ποιήσωσιν αι χείρες αυτών αληθές 13 ο καταλαμβάνων σοφούς εν τη φρονήσει βουλήν δε πολυπλόκων εξέστησεν 14 ημέρας συναντήσεται αυτοίς σκότος το δε μεσημβρινόν ψηλαφήσαισαν ίσα νυκτί 15 απόλοιντο δε εν πολέμω αδύνατος δε εξέλθοι εκ χειρός δυνάστου 16 είη δε πτωχώ ελπίς αδίκου δε στόμα εμφραχθείη 17 μακάριος δε άνθρωπος ον ήλεγξεν ο κύριος νουθέτημα δε παντοκράτορος μη απαναίνου 18 αυτός γαρ αλγείν ποιεί και πάλιν αποκαθίστησιν έπαισε και αι χείρες αυτού ιάσαντο 19 εξάκις εξ αναγκών σε εξελείται εν δε τω εβδόμω ου μη άψηταί σου κακόν 20 εν λιμώ ρύσεταί σε εκ θανάτου εν πολέμω δε εκ χειρός σιδήρου λύσει σε 21 από μάστιγος γλώσσης σε κρύψει και ου μη φοβηθήση από κακών ερχομένων 22 αδίκων και ανόμων καταγελάση από δε θηρίων αγρίων ου μη φοβηθήση 23 θήρες γαρ άγριοι ειρηνεύσουσί σοι 24 είτα γνώση ότι ειρηνεύσει σου ο οίκος και επισκέψει ωραίοτητά σου και ου μη αμαρτήση 25 γνώση δε ότι πολύ το σπέρμα σου τα δε έκγονά σου έσται ώσπερ το παμβότανον του αγρού 26 ελεύση δε εν τάφω ώσπερ σίτος ώριμος κατά καιρόν θεριζόμενος η ώσπερ θιμωνία άλωνος καθ΄ ώραν συγκομισθείσα 27 ιδού ταύτα ούτως εξιχνιάσαμεν ταύτα εστιν α ακηκόαμεν συ δε γνώθι σεαυτώ ει τι έπραξας
Copyright information for ABPGRK