Job 6

CHAPTER 6

Job Laments His Affliction

υπολαβών δε Ιωβ λέγει ει γαρ τις ιστών στήσαί μου την οργήν τας δε οδύνας μου άραι εν ζυγώ ομοθυμαδόν και δη άμμου παραλίας βαρυτέρα έσται επί τούτω τα ρήματά μου κατεπατήθησαν βέλη γαρ του ικανού εν τω σώματί μου εστίν ων ο θυμός αυτών εκπίνει μου το αίμα όταν άρξωμαι λαλείν κεντουσί με τι γαρ μη διακενής κεκράξεται όνος άγριος αλλ΄ η τα σίτα ζητών ει δε και ρήξει φωνήν βους επί φάτνης έχων τα βρώματα ει βρωθήσεται άρτος άνευ αλός ει δε και έστι γεύμα εν ρήμασι κενοίς ου δύναται γαρ μου παύσασθαι η ψυχή βρόμον γαρ ορώ τα σίτά μου ώσπερ οσμήν λέοντος ει γαρ δώη και έλθοι μου η αίτησις και την ελπίδα μου δώη ο κύριος αρξάμενος ο κύριος τρωσάτω εις τέλος δε μη με ανελέτω 10 είη δε μου πόλις τάφος εφ΄ ης επί τειχέων ηλλόμην επ΄ αυτής ου φείσομαι ου γαρ εψευσάμην ρήματα άγια θεού μου 11 τις γαρ μου η ισχύς ότι υπομενώ η τις μου ο χρόνος ότι ανέχεταί μου η ψυχή 12 μη ισχύς λίθων η ισχύς μου η αι σάρκες μου εισί χάλκειαι 13 η ουκ επ΄ αυτώ επεποίθειν βοήθεια δε απ΄ εμού απέστη 14 απείπατό με έλεος επισκοπή δε κυρίου υπερείδε με 15 ου προσείδόν με οι αδελφοί μου ώσπερ χειμάρρους εκλείπων η ώσπερ κύμα παρήλθόν με 16 οίτινές με διευλαβούντο νυν επιπεπτώκασί μου ώσπερ χιών η κρύσταλλος πεπηγώς 17 καθώς τακείσα θέρμης γενομένης ουκ επεγνώσθη όπου ην 18 ούτως καγώ κατελείφθην υπό πάντων απωλόμην δε και έξοικος εγενόμην 19 ίδετε οδούς Θαιμανών ατραπούς Σαβών οι διορώντες 20 και αισχύνην οφειλήσουσιν οι επί πόλεσι και χρήμασι πεποιθότες 21 ατάρ δε και υμείς επέβητέ μοι ανελεημόνως ώστε ιδόντες το εμόν τραύμα φοβήθητε 22 τι γαρ μήτι υμάς ήτησα η της παρ΄ υμών ισχύος επιδέομαι 23 ώστε σώσαί με εξ εχθρών η εκ χειρός δυναστών ρύσασθαί με 24 διδάξατέ με εγώ δε κωφεύσω ει τι πεπλάνημαι φράσατέ μοι 25 αλλ΄ ως έοικε φαύλα αληθινού ρήματα ου γαρ παρ΄ υμών ισχύν αιτούμαι 26 ουδέ ο έλεγχος υμών ρήμασί με παύσει ουδέ γαρ υμών φθέγμα ρήματος ανέξομαι 27 πλην ότι επ΄ ορφανώ επιπίπτετε ενάλλεσθε δε επί φίλω υμών 28 νυνί δε εισβλέψας εις πρόσωπα υμών ου ψεύσομαι 29 καθίσατε δη και μη είη άδικον και πάλιν τω δικαίω συνέρχεσθε 30 ου γαρ εστιν εν γλώσση μου άδικον η ουχί ο λάρυγξ μου μελετά σύνεσιν
Copyright information for ABPGRK