Job 7

CHAPTER 7

Job Questions His Existence

πότερον ουχί πειρατήριόν εστιν ο βίος ανθρώπου επί της γης και ώσπερ μισθίου αυθημερινού η ζωή αυτού η ώσπερ θεράπων δεδοικώς τον κύριον αυτού και τετευχώς σκιάς η ώσπερ μισθωτός αναμένων τον μισθόν αυτού ούτως καγώ υπέμεινα μήνας κενούς νύκτες δε οδυνών δεδομέναι μοι εισιν εάν κοιμηθώ λέγω πότε η ημέρα ως δ΄ αν αναστώ πάλιν πότε εσπέρα πλήρης δε γίνομαι οδυνών απ΄ εσπέρας έως πρωϊ φύρεται δε μου το σώμα εν σαπρία σκωλήκων τήκω δε βώλακας γης από ιχώρος ξύων ο δε βίος μου εστίν ελαφρότερος λαλιάς απόλωλε δε εν κενή ελπίδι μνήσθητι ουν ότι πνεύμά μου η ζωή και ουκ έτι επανελεύσεται οφθαλμός μου ιδείν αγαθόν ου περιβλέψεται οφθαλμός ορώντός με οι οφθαλμοί σου εν εμοί και ουκ έτι ειμί ώσπερ νέφος αποκαθαρθέν απ΄ ουρανού εάν γαρ άνθρωπος καταβή εις άδην ουκ έτι ου μη αναβή 10 ουδ΄ ου μη επιστρέψη εις τον ίδιον οίκον ουδ΄ ου μη επιγνώ αυτόν έτι ο τόπος αυτού 11 ατάρ ουν ουδέ εγώ φείσομαι τω στόματί μου λαλήσω εν ανάγκη ων του πνεύματός μου ανοίξω πικρία ψυχής μου συνεχόμενος 12 πότερον θάλασσά ειμι η δράκων ότι κατέταξας επ΄ εμέ φυλακήν 13 είπα ότι παρακαλέσει με η κλίνη μου ανοίσω δε προς εμαυτόν ιδία λόγον τη κοίτη μου 14 εκφοβείς με ενυπνίοις και εν οράμασί με καταπλήσσεις 15 απαλλάξεις από πνεύματός μου την ψυχήν μου από δε θανάτου τα οστά μου 16 ου γαρ εις τον αιώνα ζήσομαι ίνα μακροθυμήσω απόστα απ΄ εμού κενός γαρ μου ο βίος 17 τι γαρ εστιν άνθρωπος ότι εμεγάλυνας αυτόν η ότι προσέχεις τον νουν εις αυτόν 18 η επισκοπήν αυτού ποιήση έως τοπρωϊ και εις ανάπαυσιν αυτον κρινείς 19 έως τίνος ουκ εάς με ουδέ προϊη με έως αν καταπίω τον πτύελόν μου εν οδύνη 20 ει εγώ ήμαρτον τι δύναμαί σοι πράξαι ο επιστάμενος τον νουν των ανθρώπων διατί έθου με κατεντευκτήν σου ειμί δε επί σοι φορτίον 21 και διατί ουκ εποιήσω της ανομίας μου λήθην και καθαρισμόν της αμαρτίας μου νυνί δε εις γην απελεύσομαι ορθρίζων δε ουκέτι ειμί
Copyright information for ABPGRK