Job 8

CHAPTER 8

Baldad Implies Job has Sinned

1υπολαβών δε Βαλδάδ ο Σαυχίτης λέγει 2μέχρι τίνος λαλήσεις ταύτα πνεύμα πολύρημον του στόματός σου 3μη ο κύριος αδικήσει κρίνων η ο τα πάντα ποιήσας ταράξει το δίκαιον 4ει οι υιοί σου ήμαρτον εναντίον αυτού απέστειλεν εν χειρί ανομίας αυτών 5συ δε όρθριζε προς κύριον παντοκράτορα δεόμενος 6ει καθαρός ει και αληθινός δεήσεως επακούσεταί σου αποκαταστήσει δε σοι δίαιταν δικαιοσύνης 7έσται ουν τα μεν πρώτά σου ολίγα τα δε έσχατά σου αμύθητα 8επερώτησον γαρ γενεάν πρώτην εξιχνίασον δε κατά γένος πατέρων 9χθιζοί γαρ εσμεν και ουκ οίδαμεν σκιά γαρ ημών εστιν ο βίος επί της γης 10η ουχ ούτοί σε διδάξουσι και αναγγελούσι και εκ καρδίας εξάξουσι ρήματα 11μη θάλλει πάπυρος άνευ ύδατος η υψωθήσεται βούτομον άνευ πότου 12έτι ον επί ρίζης και ου μη θερισθή προ του πιείν πάσα βοτάνη ουχί ξηρανθήσεται 13ούτως τοίνυν έσται τα έσχατα πάντων των επιλανθανομένων του κυρίου ελπίς γαρ ασεβούς απολείται 14αοίκητος γαρ αυτού έσται ο οίκος ως αράχνη δε αυτού αποβήσεται η σκηνή 15εάν υπερείση την οικίαν αυτού ου μη στη περιδραξαμένου δε αυτού ου μη υπομείνη 16υγρός γαρ εστιν υπό ηλίου και εκ σαπρίας αυτού ο ράδαμνος αυτού εξελεύσεται 17επί συναγωγήν λίθων κοιμάται εν δε μέσω χαλίκων ζήσεται 18εάν δε καταπίη ο τόπος ψεύσεται αυτόν ουχ εώρακας τοιαύτα 19ότι καταστροφή ασεβούς τοιαύτη εκ δε γης άλλον αναβλαστήσει 20ο γαρ κύριος ου μη αποποιήσηται τον άκακον παν δε δώρον ασεβούς ου δέξεται 21αληθινών δε στόμα εμπλήσει γέλωτος τα δε χείλη αυτών εξομολογήσεως 22οι δε εχθροί αυτών ενδύσονται αισχύνην δίαιτα δε ασεβούς ουκ έσται
Copyright information for ABPGRK