Job 9

CHAPTER 9

Job Responds to Baldad

1υπολαβών δε Ιωβ λέγει 2επ΄ αληθείας οίδα ότι ούτως εστί πως γαρ έσται δίκαιος βροτός παρά κυρίω 3εάν γαρ βούληται κριθήναι αυτώ ου μη υπακούση αυτώ ίνα μη αντείπη προς ένα λόγον αυτού εκ χιλιών 4σοφός γαρ εστι διανοία κραταιός τε και μέγας τις σκληρός γενόμενος εναντίον αυτού και ειρήνευσεν 5ο παλαιών όρη και ουκ οίδασιν ο καταστρέφων αυτά οργή 6ο σείων την υπ΄ ουρανόν εκ θεμελίων οι δε στύλοι αυτής σαλεύονται 7ο λέγων τω ηλίω και ουκ ανατέλλει κατά δε άστρων κατασφραγίζει 8ο τανύσας τον ουρανόν μόνος και περιπατών ως επ΄ εδάφους επί θαλάσσης 9ο ποιών Πλειάδα και Έσπερον και Αρκτούρον και ταμεία νότου 10ο ποιών μεγάλα και ανεξιχνίαστα ένδοξά τε και εξαίσια ων ουκ έστιν αριθμός 11εάν υπερβή με ου μη ίδω και εάν παρέλθη με ουδ΄ ως έγνων 12εάν απαλλάξη τις αποστρέψει η τις ερεί αυτώ τι εποίησας 13ο θεός ου αναπόστρεπτος η οργή υπ΄ αυτού δε εκάμφθησαν κήτη τα υπ΄ ουρανόν 14εάν δε μου υπακούσεται η διακρίνει τα ρήματά μου 15εάν τε γαρ δίκαιος ω ουκ εισακούσεταί μου του κρίματος αυτού δεηθήσομαι 16εάν δε καλέσω και υπακούση ου πιστεύω ότι εισακήκοέ μου της φωνής 17μη γνόφω με εκτρίψη πολλά δε μου τα συντρίμματα πεποίηκε διακενής 18ουκ εά γαρ με αναπνεύσαι ενέπλησε δε με πικρίας 19ότι μεν γαρ ισχύϊ κρατεί τις ουν κρίματι αυτού αντιστήσεται 20εάν δε ω δίκαιος το στόμα μου ασεβήσει εάν δε ω άμεμπτος σκολιός αποβήσομαι 21είτε γαρ ησέβησα ουκ οίδα τη ψυχή πλην αφαίρειταί μου η ζωή 22διό είπον μέγαν και δυνάστην απολλύει η οργή 23ότι φαύλοι εν θανάτω εξαισίω αλλά δίκαιοι καταγελώνται 24παραδέδονται γαρ εις χείρας ασεβούς πρόσωπα κριτών αυτής συγκαλύπτει ει δε μη αυτός τις εστίν 25ο δε βίος μου εστίν ελαφρότερος δρομέως απέδρασαν και ουκ είδοσαν 26η και έστι ναυσίν ίχνος οδού η αετού πετομένου ζητούντος βοράν 27εάν τε γαρ είπω επιλήσομαι λαλών συγκύψας τω προσώπω στενάξω 28σείομαι πάσι τοις μέλεσιν οίδα γαρ ότι ουκ αθώόν με εάσεις 29επειδή δε ειμί ασεβής εις τι τούτο μάτην κοπιώ 30εάν γαρ απολούσωμαι χιόνι και αποκαθάρωμαι χερσί καθαραίς 31ικανώς εν ρύπω με έβαψας εβδελύξατο δε με η στολή 32ου γαρ ει άνθρωπος κατ΄ εμέ ω αντικρινούμαι ίνα έλθωμεν ομοθυμαδόν εις κρίσιν 33είγε ην ο μεσίτης ημών και ελέγχων και διακούων αμαμέσον αμφοτέρων 34απαλλαξάτω απ΄ εμού την ράβδον ο δε φόβος αυτού μη με στροβείτω 35και ου μη φοβηθώ αλλά λαλήσω ου γαρ ούτως συνεπίσταμαι
Copyright information for ABPGRK