John 1

CHAPTER 1

The Word

εν αρχή ην ο λόγος και ο λόγος ην προς τον θεόν και θεός ην ο λόγος ούτος ην εν αρχή προς τον θεόν πάντα δι΄ αυτού εγένετο και χωρίς αυτού εγένετο ουδέ εν ο γέγονεν εν αυτώ ζωή ην και η ζωή ην το φως των ανθρώπων και το φως εν τη σκοτία φαίνει και η σκοτία αυτό ου κατέλαβεν

John the Baptist

εγένετο άνθρωπος απεσταλμένος παρά θεού όνομα αυτώ Ιωάννης ούτος ήλθεν εις μαρτυρίαν ίνα μαρτυρήση περί του φωτός ίνα πάντες πιστεύσωσιν δι΄ αυτού ουκ ην εκείνος το φως αλλ΄ ίνα μαρτυρήση περί του φωτός ην το φως το αληθινόν ο φωτίζει πάντα άνθρωπον ερχόμενον εις τον κόσμον 10 εν τω κόσμω ην και ο κόσμος δι΄ αυτού εγένετο και ο κόσμος αυτόν ουκ έγνω 11 εις τα ίδια ήλθεν και οι ίδιοι αυτόν ου παρέλαβον 12 όσοι δε έλαβον αυτόν έδωκεν αυτοίς εξουσίαν τέκνα θεού γενέσθαι τοις πιστεύουσιν εις το όνομα αυτού 13 οι ουκ εξ αιμάτων ουδέ εκ θελήματος σαρκός ουδέ εκ θελήματος ανδρός αλλ΄ εκ θεού εγεννήθησαν

The Word Became Flesh

14 και ο λόγος σάρξ εγένετο και εσκήνωσεν εν ημίν και εθεασάμεθα την δόξαν αυτού δόξαν ως μονογενούς παρά πατρός πλήρης χάριτος και αληθείας 15 Ιωάννης μαρτυρεί περί αυτού και κέκραγε λέγων ούτος ην ον είπον ο οπίσω μου ερχόμενος έμπροσθέν μου γέγονεν ότι πρώτός μου ην 16 και εκ του πληρώματος αυτού ημείς πάντες ελάβομεν και χάριν αντί χάριτος 17 ότι ο νόμος διά Μωσέως εδόθη η χάρις και η αλήθεια διά Ιησού Χριστού εγένετο 18 θεόν ουδείς εώρακε πώποτε ο μονογενής υιός ο ων εις τον κόλπον του πατρός εκείνος εξηγήσατο 19 και αύτη εστίν η μαρτυρία του Ιωάννου ότε απέστειλαν οι Ιουδαίοι εξ Ιεροσολύμων ιερείς και Λευϊτας ίνα ερωτήσωσιν αυτόν συ τις ει 20 και ωμολόγησε και ουκ ηρνήσατο και ωμολόγησεν ότι ουκ ειμί εγώ ο Χριστός 21 και ηρώτησαν αυτόν τι ούν Ηλίας ει συ και λέγει ουκ ειμί ο προφήτης ει συ και απεκρίθη ου 22 είπον ούν αυτώ τις ει ίνα απόκρισιν δώμεν τοις πέμψασιν ημάς τι λέγεις περί σεαυτού 23 έφη εγώ φωνή βοώντος εν τη ερήμω ευθύνατε την οδόν κυρίου καθώς είπεν Ησαϊας ο προφήτης 24 και οι απεσταλμένοι ήσαν εκ των Φαρισαίων 25 και ηρώτησαν αυτόν και είπον αυτώ τι ούν βαπτίζεις ει συ ουκ ει ο Χριστός ούτε Ηλίας ούτε ο προφήτης 26 απεκρίθη αυτοίς ο Ιωάννης λέγων εγώ βαπτίζω εν ύδατι μέσος δε υμών έστηκεν ον υμείς ουκ οίδατε 27 αυτός εστιν ο οπίσω μου ερχόμενος ος έμπροσθέν μου γέγονεν ου εγώ ουκ ειμί άξιος ίνα λύσω αυτού το ιμάντα του υποδήματος 28 ταύτα εν Βηθανία εγένετο πέραν του Ιορδάνου όπου ην Ιωάννης βαπτίζων

The Lamb of God

29 τη επαύριον βλέπει ο Ιωάννης τον Ιησούν ερχόμενον προς αυτόν και λέγει ίδε ο αμνός του θεού ο αίρων την αμαρτίαν του κόσμου 30 ούτός εστι περί ου εγώ είπον οπίσω μου έρχεται ανήρ ος έμπροσθέν μου γέγονεν ότι πρώτός μου ην 31 καγώ ουκ ήδειν αυτόν αλλ΄ ίνα φανερωθή τω Ισραήλ διά τούτο ήλθον εγώ εν τω ύδατι βαπτίζων 32 και εμαρτύρησεν Ιωάννης λέγων ότι τεθέαμαι το πνεύμα καταβαίνον ωσεί περιστεράν εξ ουρανού και έμεινεν επ΄ αυτόν 33 καγώ ουκ ήδειν αυτόν αλλ΄ ο πέμψας με βαπτίζειν εν ύδατι εκείνός μοι είπεν εφ΄ ον αν ίδης το πνεύμα καταβαίνον και μένον επ΄ αυτόν ούτός εστιν ο βαπτίζων εν πνεύματι αγίω 34 καγώ εώρακα και μεμαρτύρηκα ότι ούτός εστιν ο υιός του θεού

Two Disciples Follow Jesus

35 τη επαύριον πάλιν ειστήκει ο Ιωάννης και εξ των μαθητών αυτού δύο 36 και εμβλέψας τω Ιησού περιπατούντι λέγει ίδε ο αμνός του θεού 37 και ήκουσαν αυτού οι δύο μαθηταί λαλούντος και ηκολούθησαν τω Ιησού 38 στραφείς δε ο Ιησούς και θεασάμενος αυτούς ακολουθούντας λέγει αυτοίς τι ζητείτε οι δε είπον αυτώ ραββί ο λέγεται ερμηνευόμενον διδάσκαλε που μένεις 39 λέγει αυτοίς έρχεσθε και ίδετε ήλθον και είδον που μένει και παρ΄ αυτώ έμειναν την ημέραν εκείνην ώρα δε ην ως δεκάτη 40 ην Ανδρέας ο αδελφός Σίμωνος Πέτρου εις εκ των δύο των ακουσάντων παρά Ιωάννου και ακολουθησάντων αυτώ 41 ευρίσκει ούτος πρώτος τον αδελφόν τον ίδιον Σίμωνα και λέγει αυτώ ευρήκαμεν τον μεσίαν ο εστι μεθερμηνευόμενον Χριστός 42 και ήγαγεν αυτόν προς τον Ισηούν εμβλέψας δε αυτώ ο Ιησούς είπε συ ει Σίμων ο υιός Ιωνά συ κληθήση Κηφάς ο ερμηνεύεται πέτρος

Philip and Nathanael

43 τη επαύριον ηθέλησεν εξελθείν εις την Γαλιλαίαν και ευρίσκει Φίλιππον και λέγει αυτώ ο Ιησούς ακολούθει μοι 44 ην δε ο Φίλιππος από Βηθσαϊδά εκ της πόλεως Ανδρέου και Πέτρου 45 ευρίσκει Φίλιππος τον Ναθανήλ και λέγει αυτώ ον έγραψε Μωσής εν τω νόμω και οι προφήται ευρήκαμεν Ιησούν τον υιόν του Ιωσήφ τον από Ναζαρέτ 46 και είπεν αυτώ Ναθανήλ εκ Ναζαρέτ δύναταί τι αγαθόν είναι λέγει αυτώ Φίλιππος έρχου και ίδε 47 είδεν ο Ιησούς τον Ναθαναήλ ερχόμενον προς αυτόν και λέγει περί αυτού ίδε αληθώς Ισραηλίτης εν ω δόλος ουκ έστι 48 λέγει αυτώ Ναθαναήλ πόθεν με γινώσκεις απεκρίθη ο Ιησούς και είπεν αυτώ προ του σε Φίλιππον φωνήσαι όντα υπό την συκήν είδόν σε 49 απεκρίθη Ναθαναήλ και λέγει αυτώ ραββί συ ει ο υιός του θεού συ ει ο βασιλεύς του Ισραήλ 50 απεκρίθη Ιησούς και είπεν αυτώ ότι είπόν σοι είδόν σε υποκάτω της συκής πιστεύεις μείζων τούτων όψει 51 και λέγει αυτώ αμήν αμήν λέγω υμίν απ΄ άρτι όψεσθε τον ουρανόν ανεωγότα και τους αγγέλους του θεού αναβαίνοντας και καταβαίνοντας επί τον υιόν του ανθρώπου
Copyright information for ABPGRK