John 13

CHAPTER 13

Jesus Washes the Disciples' Feet

1προ δε της εορτής του πάσχα ειδώς ο Ιησούς ότι ελήλυθεν αυτού η ώρα ίνα μεταβή εκ του κόσμου τούτου προς τον πατέρα αγαπήσας τους ιδίους τους εν τω κόσμω εις τέλος ηγάπησεν αυτούς 2και δείπνου γενομένου του διαβόλου ήδη βεβληκότος εις την καρδίαν Ιούδα Σίμωνος Ισκαριώτου ίνα αυτόν παραδώ 3ειδώς ο Ιησούς ότι πάντα δέδωκεν αυτώ ο πατήρ εις τας χείρας και ότι από θεού εξήλθε και προς τον θεόν υπάγει 4εγείρεται εκ του δείπνου και τίθησι τα ιμάτια και λαβών λέντιον διέζωσεν εαυτόν 5είτα βάλλει ύδωρ εις τον νιπτήρα και ήρξατο νίπτειν τους πόδας των μαθητών και εκμάσσειν τω λεντίω ω ην διεζωσμένος 6έρχεται ούν προς Σίμωνα Πέτρον και λέγει αυτώ εκείνος κύριε συ μου νίπτεις τους πόδας 7απεκρίθη Ιησούς και είπεν αυτώ ο εγώ ποιώ συ ουκ οίδας άρτι γνώση δε μετά ταύτα 8λέγει αυτώ Πέτρος ου μη νίψης τους πόδας μου εις τον αιώνα απεκρίθη αυτώ ο Ιησούς εάν μη νίψω σε ουκ έχεις μέρος μετ΄ εμού 9λέγει αυτώ Σίμων Πέτρος κύριε μη τους πόδας μου μόνον αλλά και τας χείρας και την κεφαλήν 10λέγει αυτώ ο Ιησούς ο λελουμένος ου χρείαν έχει η τους πόδας νίψασθαι αλλ΄ εστι καθαρός όλος και υμείς καθαροί εστε αλλ΄ ουχί πάντες 11ήδει γαρ τον παραδιδόντα αυτόν διά τούτο είπεν ουχί πάντες καθαροί εστε 12ότε ούν ένιψε τους πόδας αυτών και έλαβε τα ιμάτια αυτού αναπεσών πάλιν είπεν αυτοίς γινώσκετε τι πεποίηκα υμίν 13υμείς φωνείτέ με ο διδάσκαλος και ο κύριος και καλώς λέγετε ειμί γαρ 14ει ούν εγώ ένιψα υμών τους πόδας ο κύριος και ο διδάσκαλος και υμείς οφείλετε αλλήλων νίπτειν τους πόδας 15υπόδειγμα γαρ έδωκα υμίν ίνα καθώς εγώ εποίησα υμίν και υμείς ποιήτε 16αμήν αμήν λέγω υμίν ουκ έστι δούλος μείζων του κυρίου αυτού ουδέ απόστολος μείζων του πέμψαντος αυτόν 17ει ταύτα οίδατε μακάριοί εστε εάν ποιήτε αυτά 18ου περί πάντων υμών λέγω εγώ οίδα ους εξελεξάμην αλλ΄ ίνα η γραφή πληρωθή ο τρώγων μετ΄ εμού τον άρτον επήρεν επ΄ εμέ την πτέρναν αυτού 19απ΄ άρτι λέγω υμίν προ του γενέσθαι ίνα όταν γένηται πιστεύσητε ότι εγώ ειμι 20αμήν αμήν λέγω υμίν ο λαμβάνων εάν τινα πέμψω εμέ λαμβάνει ο δε εμέ λαμβάνων λαμβάνει τον πέμψαντά με 21ταύτα ειπών ο Ιησούς εταράχθη τω πνεύματι και εμαρτύρησε και είπεν αμήν αμήν λέγω υμίν ότι εις εξ υμών παραδώσει με 22έβλεπον ούν εις αλλήλους οι μαθηταί απορούμενοι περί τίνος λέγει 23ην δε ανακείμενος εις των μαθητών αυτού εν τω κόλπω του Ιησού ον ηγάπα ο Ιησούς 24νεύει ούν τούτω Σίμων Πέτρος πυθέσθαι τις αν είη περί ου λέγει 25επιπεσών δε εκείνος επί το στήθος του Ιησού λέγει αυτώ κύριε τις εστιν 26αποκρίνεται ο Ιησούς εκείνός εστιν ω εγώ βάψας το ψωμίον επιδώσω και εμβάψας το ψωμίον δίδωσιν Ιούδα Σίμωνος Ισκαριώτη 27και μετά το ψωμίον τότε εισήλθεν εις εκείνον ο σατανάς λέγει ούν αυτώ ο Ιησούς ο ποιείς ποίησον τάχιον 28τούτο δε ουδείς έγνω των ανακειμένων προς τι είπεν αυτώ 29τινές γαρ εδόκουν επεί το γλωσσόκομον είχεν ο Ιούδας ότι λέγει αυτώ ο Ιησούς αγόρασον ων χρείαν έχομεν εις την εορτήν η τοις πτωχοίς ίνα τι δώ 30λαβών ούν το ψωμίον εκείνος ευθέως εξήλθεν ην δε νυξ

A New Commandment

31ότε εξήλθε λέγει ο Ιησούς νυν εδοξάσθη ο υιός του ανθρώπου και ο θεός εδοξάσθη εν αυτώ 32ει ο θεός εδοξάσθη εν αυτώ και ο θεός δοξάσει αυτόν εν εαυτώ και ευθύς δοξάσει αυτόν 33τεκνία έτι μικρόν μεθ΄ υμών ειμι ζητήσετέ με και καθώς είπον τοις Ιουδαίοις ότι όπου υπάγω εγώ υμείς ου δύνασθε ελθείν και υμίν λέγω άρτι 34εντολήν καινήν δίδωμι υμίν ίνα αγαπάτε αλλήλους καθώς ηγάπησα υμάς ίνα και υμείς αγαπάτε αλλήλους 35εν τούτω γνώσονται πάντες ότι εμοί μαθηταί εστε εάν αγάπην έχητε εν αλλήλοις 36λέγει αυτώ Σίμων Πέτρος κύριε που υπάγεις απεκρίθη αυτώ ο Ιησούς όπου υπάγω ου δύνασαί μοι νυν ακολουθήσαι ύστερον δε ακολουθήσεις μοι 37λέγει αυτώ ο Πέτρος κύριε διατί ου δύναμαί σοι ακολουθήσαι άρτι την ψυχήν μου υπέρ σου θήσω 38απεκρίθη αυτώ ο Ιησούς την ψυχήν σου υπέρ εμού θήσεις αμήν αμήν λέγω σοι ου μη αλέκτωρ φωνήσει έως ου απαρνήση με τρις
Copyright information for ABPGRK