John 14

CHAPTER 14

The Way, the Truth, and the Life

1μη ταρασσέσθω υμών καρδία πιστεύετε εις τον θεόν και εις εμέ πιστεύετε 2εν τη οικία του πατρός μου μοναί πολλαί εισιν ει δε μη είπον αν υμίν πορεύομαι ετοιμάσαι τόπον υμίν 3και εάν πορευθώ και ετοιμάσω υμίν τόπον πάλιν έρχομαι και παραλήψομαι υμάς προς εμαυτόν ίνα όπου ειμί εγώ και υμείς ήτε 4και όπου εγώ υπάγω οίδατε και την οδόν οίδατε 5λέγει αυτώ Θωμάς κύριε ουκ οίδαμεν που υπάγεις και πως δυνάμεθα την οδόν ειδέναι 6λέγει αυτώ ο Ιησούς εγώ ειμι η όδος και η αλήθεια και η ζωή ουδείς έρχεται προς τον πατέρα ει μη δι΄ εμού

The Father Revealed

7ει εγνώκειτέ με και τον πατέρα μου εγνώκειτε αν και απ΄ άρτι γινώσκετε αυτόν και εωράκατε αυτόν 8λέγει αυτώ Φίλιππος κύριε δείξον ημίν τον πατέρα και αρκεί ημίν 9λέγει αυτώ ο Ιησούς τοσούτον χρόνον μεθ΄ υμών ειμι και ουκ έγνωκάς με Φίλιππε ο εωρακώς εμέ εώρακε τον πατέρα και πως συ λέγεις δείξον ημίν τον πατέρα 10ου πιστεύεις ότι εγώ εν τω πατρί και ο πατήρ εν εμοί εστι τα ρήματα α εγώ λαλώ υμίν απ΄ εμαυτού ου λαλώ ο δε πατήρ ο εν εμοί μένων αυτός ποιεί τα έργα 11πιστεύετέ μοι ότι εγώ εν τω πατρί και ο πατήρ εν εμοί εστιν ει δε μη διά τα έργα αυτά πιστεύετέ μοι 12αμήν αμήν λέγω υμίν ο πιστεύων εις εμέ τα έργα α εγώ ποιώ κακείνος ποιήσει και μείζονα τούτων ποιήσει ότι εγώ προς τον πατέρα μου πορεύομαι 13και ο τι αν αιτήσητε εν τω ονόματί μου τούτο ποιήσω ίνα δοξασθή ο πατήρ εν τω υιώ 14εάν τι αιτήσητε εν τω ονόματί μου εγώ ποιήσω

The Promise of The Spirit

15εάν αγαπάτέ με τας εντολάς τας εμάς τηρήσατε 16και εγώ ερωτήσω τον πατέρα και άλλον παράκλητον δώσει υμίν ίνα μένη μεθ΄ υμών εις τον αιώνα 17το πνεύμα της αληθείας ο ο κόσμος ου δύναται λαβείν ότι ου θεωρεί αυτό ουδέ γινώσκει αυτό υμείς δε γινώσκετε αυτό ότι παρ΄ υμίν μένει και εν υμίν έσται 18ουκ αφήσω υμάς ορφανούς έρχομαι προς υμάς 19έτι μικρόν και ο κόσμος με ουκέτι θεωρεί υμείς δε θεωρείτέ με ότι εγώ ζω και υμείς ζήσεσθε 20εν εκείνη τη ημέρα γνώσεσθε υμείς ότι εγώ εν τω πατρί μου και υμείς εν εμοί καγώ εν υμίν 21ο έχων τας εντολάς μου και τηρών αυτάς εκείνός εστιν ο αγαπών με ο δε αγαπών με αγαπηθήσεται υπό του πατρός μου και εγώ αγαπήσω αυτόν και εμφανίσω αυτώ εμαυτόν 22λέγει αυτώ Ιούδας ουχ ο Ισκαριώτης κύριε τι γέγονεν ότι ημίν μέλλεις εμφανίζειν σεαυτόν και ουχί τω κόσμω 23απεκρίθη ο Ιησούς και είπεν αυτώ εάν τις αγαπά με τον λόγον μου τηρήσει και ο πατήρ μου αγαπήσει αυτόν και προς αυτόν ελευσόμεθα και μονήν παρ΄ αυτώ ποιήσομεν 24ο μη αγαπών με τους λόγους μου ου τηρεί και ο λόγος ον ακούετε ουκ έστιν εμός αλλά του πέμψαντός με πατρός 25ταύτα λελάληκα υμίν παρ΄ υμίν μένων 26ο δε παράκλητος το πνεύμα το άγιον ο πέμψει ο πατήρ εν τω ονόματί μου εκείνος υμάς διδάξει πάντα και υπομνήσει υμάς πάντα α είπον υμίν 27ειρήνη αφίημι υμίν ειρήνην την εμήν δίδωμι υμίν ου καθώς ο κόσμος δίδωσιν εγώ δίδωμι υμίν μη ταρασσέσθω υμών η καρδία μηδέ δειλιάτω 28ηκούσατε ότι εγώ είπον υμίν υπάγω και έρχομαι προς υμάς ει ηγαπάτέ με εχάρητε αν ότι είπον πορεύομαι προς τον πατέρα ότι ο πατήρ μου μείζων μου εστι 29και νυν είρηκα υμίν πριν γενέσθαι ίνα όταν γένηται πιστεύσητε 30ουκέτι πολλά λαλήσω μεθ΄ υμών έρχεται γαρ ο του κόσμου άρχων και εν εμοί ουκ έχει ουδέν 31αλλ΄ ίνα γνώ ο κόσμος ότι αγαπώ τον πατέρα και καθώς ενετείλατό μοι ο πατήρ ούτως ποιώ εγείρεσθε άγωμεν εντεύθεν
Copyright information for ABPGRK