John 17

CHAPTER 17

Jesus' Prayer

1ταύτα ελάλησεν ο Ιησούς και επήρε τους οφθαλμούς αυτού εις τον ουρανόν και είπε πάτερ ελήλυθεν η ώρα δόξασόν σου τον υιόν ίνα και ο υιός σου δοξάση σε 2καθώς έδωκας αυτώ εξουσίαν πάσης σαρκός ίνα παν ο δέδωκας αυτώ δώσει αυτοίς ζωήν αιώνιον 3αύτη δε εστιν η αιώνιος ζωή ίνα γινώσκωσί σε τον μόνον αληθινόν θεόν και ον απέστειλας Ιησούν Χριστόν 4εγώ σε εδόξασα επί της γης το έργον ετελείωσα ο δέδωκάς μοι ίνα ποιήσω 5και νυν δόξασόν με συ πάτερ παρά σεαυτώ τη δόξη η είχον προ του τον κόσμον είναι παρά σοι 6εφανέρωσά σου το όνομα τοις ανθρώποις ους δέδωκάς μοι εκ του κόσμου σοι ήσαν και εμοί αυτούς δέδωκας και τον λόγον σου τετηρήκασι 7νυν έγνωκαν ότι πάντα όσα δέδωκάς μοι παρά σου εστιν 8ότι τα ρήματα α δέδωκάς μοι δέδωκα αυτοίς και αυτοί έλαβον και έγνωσαν αληθώς ότι παρά σου εξήλθον και επίστευσαν ότι συ με απέστειλας 9εγώ περί αυτών ερωτώ ου περί του κόσμου ερωτώ αλλά περί ων δέδωκάς μοι ότι σοι εισι 10και τα εμά πάντα σα εστι και τα σα εμά και δεδόξασμαι εν αυτοίς 11και ουκέτι ειμί εν τω κόσμω και ούτοι εν τω κόσμω εισί και εγώ προς σε έρχομαι πάτερ άγιε τήρησον αυτούς εν τω ονόματί σου ους δέδωκάς μοι ίνα ώσιν εν καθώς ημείς 12ότε ήμην μετ΄ αυτών εν τω κόσμω εγώ ετήρουν αυτούς εν τω ονόματί σου ους δέδωκάς μοι εφύλαξα και ουδείς εξ αυτών απώλετο ει μη ο υιός της απωλείας ίνα η γραφή πληρωθή 13νυν δε προς σε έρχομαι και ταύτα λαλώ εν τω κόσμω ίνα έχωσι την χαράν την εμήν πεπληρωμένην εν αυτοίς 14εγώ δέδωκα αυτοίς τον λόγον σου και ο κόσμος εμίσησεν αυτούς ότι ουκ εισίν εκ του κόσμου καθώς εγώ ουκ ειμί εκ του κόσμου 15ουκ ερωτώ ίνα άρης αυτούς εκ του κόσμου αλλ΄ ίνα τηρήσης αυτούς εκ του πονηρού 16εκ του κόσμου ουκ εισί καθώς εγώ εκ του κόσμου ουκ ειμί 17αγίασον αυτούς εν τη αληθεία σου ο λόγος ο σος αλήθειά εστι 18καθώς εμέ απέστειλας εις τον κόσμον καγώ απέστειλα αυτούς εις τον κόσμον 19και υπέρ αυτών εγώ αγιάζω εμαυτόν ίνα και αυτοί ώσιν ηγιασμένοι εν αληθεία 20ου περί τούτων δε ερωτώ μόνον αλλά και περί των πιστευσόντων διά του λόγου αυτών εις εμέ 21ίνα πάντες εν ώσι καθώς συ πάτερ εν εμοί καγώ εν σοι ίνα και αυτοί εν ημίν εν ώσιν ίνα ο κόσμος πιστεύση ότι συ με απέστειλας 22και εγώ την δόξαν ην δέδωκάς μοι δέδωκα αυτοίς ίνα ώσιν εν καθώς ημείς εν εσμεν 23εγώ εν αυτοίς και συ εν εμοί ίνα ώσι τετελειωμένοι εις εν και ίνα γινώσκη ο κόσμος ότι συ με απέστειλας και ηγάπησας αυτούς καθώς εμέ ηγάπησας 24πάτερ ους δέδωκάς μοι θέλω ίνα όπου ειμί εγώ κακείνοι ώσι μετ΄ εμού ίνα θεωρώσι την δόξαν την εμήν ην έδωκάς μοι ότι ηγάπησάς με προ καταβολής κόσμου 25πάτερ δίκαιε και ο κόσμος σε ουκ έγνω εγώ δε σε έγνων και ούτοι έγνωσαν ότι συ με απέστειλας 26και εγνώρισα αυτοίς το όνομά σου και γνωρίσω ίνα η αγάπη ην ηγάπησάς με εν αυτοίς η καγώ εν αυτοίς
Copyright information for ABPGRK