John 18

CHAPTER 18

Jesus Prays in the Garden

ταύτα ειπών ο Ιησούς εξήλθε συν τοις μαθηταίς αυτού πέραν του χειμάρρου των Κέδρων όπου ην κήπος εις ον εισήλθεν αυτός και οι μαθηταί αυτού ήδει δε και Ιούδας ο παραδιδούς αυτόν τον τόπον ότι πολλάκις συνήχθη ο Ιησούς εκεί μετά των μαθητών αυτού

Judas Delivers Up Jesus

ο ούν Ιούδας λαβών την σπείραν και εκ των αρχιερέων και Φαρισαίων υπηρέτας έρχεται εκεί μετά φανών και λαμπάδων και όπλων Ιησούς ούν ειδώς πάντα τα ερχόμενα επ΄ αυτόν εξελθών είπεν αυτοίς τίνα ζητείτε απεκρίθησαν αυτώ Ιησούν τον Ναζωραίον λέγει αυτοίς ο Ιησούς εγώ ειμι ειστήκει δε και Ιούδας ο παραδιδούς αυτόν μετ΄ αυτών ως ουν είπεν αυτοίς ότι εγώ ειμι απήλθον εις τα οπίσω και έπεσον χαμαί πάλιν ούν αυτούς επηρώτησε τίνα ζητείτε οι δε είπον Ιησούν τον Ναζωραίον απεκρίθη ο Ιησούς είπον υμίν ότι εγώ ειμι ει ούν εμέ ζητείτε άφετε τούτους υπάγειν ίνα πληρωθή ο λόγος ον είπεν ότι ους δέδωκάς μοι ουκ απώλεσα εξ αυτών ουδένα 10 Σίμων ουν Πέτρος έχων μάχαιραν είλκυσεν αυτήν και έπαισε τον του αρχιερέως δούλον και απέκοψεν αυτού το ωτίον το δεξιόν ην δε όνομα τω δούλω Μάλχος 11 είπεν ουν ο Ιησούς τω Πέτρω βάλε την μάχαιράν σου εις την θήκην το ποτήριον ο δέδωκέ μοι ο πατήρ ου μη πίω αυτό 12 η ουν σπείρα και ο χιλίαρχος και οι υπηρέται των Ιουδαίων συνέλαβον τον Ιησούν και έδησαν αυτόν 13 και απήγαγον αυτόν προς Άνναν πρώτον ην γαρ πενθερός του Καϊάφα ος ην αρχιερεύς του ενιαυτού εκείνου 14 ην δε Καϊάφας ο συμβουλεύσας τοις Ιουδαίοις ότι συμφέρει ένα άνθρωπον απολέσθαι υπέρ του λαού

Peter Denies Jesus

15 ηκολούθει δε τω Ιησού Σίμων Πέτρος και άλλος μαθητής ο δε μαθητής εκείνος ην γνωστός τω αρχιερεί και συνεισήλθε τω Ιησού εις την αυλήν του αρχιερέως 16 ο δε Πέτρος ειστήκει προς τη θύρα έξω εξήλθεν ούν ο μαθητής ο άλλος ος ην γνωστός τω αρχιερεί και είπε τη θυρωρώ και εισήγαγεν τον Πέτρον 17 λέγει ούν η παιδίσκη η θυρωρός τω Πέτρω μη και συ εκ των μαθητών ει του ανθρώπου τούτου λέγει εκείνος ουκ ειμί 18 ειστήκεισαν δε οι δούλοι και οι υπηρέται ανθρακιάν πεποιηκότες ότι ψύχος ην και εθερμαίνοντο ην δε μετ΄ αυτών ο Πέτρος εστώς και θερμαινόμενος

Jesus is Questioned by the Chief Priest

19 ο ουν αρχιερεύς ηρώτησε τον Ιησούν περί των μαθητών αυτού και περί της διδαχής αυτού 20 απεκρίθη αυτώ ο Ιησούς εγώ παρρησία ελάλησα τω κόσμω εγώ πάντοτε εδίδαξα εν τη συναγωγή και εν τω ιερώ όπου πάντοτε οι Ιουδαίοι συνέρχονται και εν κρυπτώ ελάλησα ουδέν 21 τι με επερωτάς επερώτησον τους ακηκοότας τι ελάλησα αυτοίς ίδε ούτοι οίδασιν α είπον εγώ 22 ταύτα δε αυτού ειπόντος εις των υπηρετών παρεστηκώς έδωκε ράπισμα τω Ιησού ειπών ούτως αποκρίνη τω αρχιερεί 23 απεκρίθη αυτώ ο Ιησούς ει κακώς ελάλησα μαρτύρησον περί του κακού ει δε καλώς τι με δέρεις 24 απέστειλεν αυτόν ο Άννας δεδεμένον προς Καϊάφαν τον αρχιερέα 25 ην δε Σίμων Πέτρος εστώς και θερμαινόμενος είπον ουν αυτώ μη και συ εκ των μαθητών αυτού ει ηρνήσατο εκείνος και είπεν ουκ ειμί 26 λέγει εις εκ των δούλων του αρχιερέως συγγενής ων ου απέκοψε Πέτρος το ωτίον ουκ εγώ σε είδον εν τω κήπω μετ΄ αυτού 27 πάλιν ουν ηρνήσατο ο Πέτρος και ευθέως αλέκτωρ εφώνησεν 28 άγουσιν ουν τον Ιησούν από του Καϊάφα εις το πραιτώριον ην δε πρωϊα και αυτοί ουκ εισήλθον εις το πραιτώριον ίνα μη μιανθώσιν αλλ΄ ίνα φάγωσι το πάσχα

Jesus Before Pilate

29 εξήλθεν ουν ο Πιλάτος προς αυτούς και είπε τίνα κατηγορίαν φέρετε κατά του ανθρώπου τούτου 30 απεκρίθησαν και είπον αυτώ ει μη ην ούτος κακοποιός ουκ αν σοι παρεδώκαμεν αυτόν 31 είπεν ουν αυτοίς ο Πιλάτος λάβετε αυτόν υμείς και κατά τον νόμον υμών κρίνατε αυτόν είπον ούν αυτώ οι Ιουδαίοι ημίν ουκ έξεστιν αποκτείναι ουδένα 32 ίνα ο λόγος του Ιησού πληρωθή ον είπε σημαίνων ποίω θανάτω ήμελλεν αποθνήσκειν 33 εισήλθεν ούν εις το πραιτώριον πάλιν ο Πιλάτος και εφώνησε τον Ιησούν και είπεν αυτώ συ ει ο βασιλεύς των Ιουδαίων 34 απεκρίθη αυτώ ο Ιησούς αφ΄ εαυτού συ τούτο λέγεις η άλλοι σοι είπον περί εμού 35 απεκρίθη ο Πιλάτος μήτι εγώ Ιουδαίός ειμι το έθνος το σον και οι αρχειρείς παρέδωκάν σε εμοί τι εποίησας 36 απεκρίθη ο Ιησούς η βασιλεία η εμή ουκ έστιν εκ του κόσμου τούτου ει εκ του κόσμου τούτου ην η βασιλεία η εμή οι υπηρέται αν οι εμοί ηγωνίζοντο ίνα μη παραδοθώ τοις Ιουδαίοις νυν δε η βασιλεία η εμή ουκ έστιν εντεύθεν 37 είπεν ουν αυτώ ο Πιλάτος ουκούν βασιλεύς ει συ απεκρίθη ο Ιησούς συ λέγεις ότι βασιλεύς ειμι εγώ εγώ εις τούτο γεγέννημαι και εις τούτο ελήλυθα εις τον κόσμον ίνα μαρτυρήσω τη αληθεία πας ο ων εκ της αληθείας ακούει μου της φωνής 38 λέγει αυτώ ο Πιλάτος τι εστιν αλήθεια και τούτο ειπών πάλιν εξήλθε προς τους Ιουδαίους και λέγει αυτοίς εγώ ουδεμίαν αιτίαν ευρίσκω εν αυτώ 39 έστι δε συνήθεια υμίν ίνα ένα υμίν απολύσω εν τω πάσχα βούλεσθε ούν υμίν απολύσω τον βασιλέα των Ιουδαίων 40 εκραύγασαν ούν πάλιν πάντες λέγοντες μη τούτον αλλά τον Βαραββάν ην δε ο Βαραββάς ληστής
Copyright information for ABPGRK