John 19

CHAPTER 19

The Crown of Thorns

1τότε ούν έλαβεν ο Πιλάτος τον Ιησούν και εμαστίγωσε 2και οι στρατιώται πλέξαντες στέφανον εξ ακανθών επέθηκαν αυτού τη κεφαλή και ιμάτιον πορφυρούν περιέβαλον αυτόν 3και έλεγον χαίρε ο βασιλεύς των Ιουδαίων και εδίδουν αυτώ ραπίσματα 4εξήλθεν ούν πάλιν έξω ο Πιλάτος και λέγει αυτοίς ίδε άγω υμίν αυτόν έξω ίνα γνώτε ότι εν αυτώ ουδεμίαν αιτίαν ευρίσκω 5εξήλθεν ουν ο Ιησούς έξω φορών τον ακάνθινον στέφανον και το πορφυρούν ιμάτιον και λέγει αυτοίς ίδε ο άνθρωπος

The Jews Ask to Crucify Jesus

6ότε ούν είδον αυτόν οι αρχιερείς και οι υπηρέται εκραύγασαν λέγοντες σταύρωσον σταύρωσον αυτόν λέγει αυτοίς ο Πιλάτος λάβετε αυτόν υμείς και σταυρώσατε εγώ γαρ ουχ ευρίσκω εν αυτώ αιτίαν 7απεκρίθησαν αυτώ οι Ιουδαίοι ημείς νόμον έχομεν και κατά τον νόμον ημών οφείλει αποθανείν ότι εαυτόν υιόν θεού εποίησεν 8ότε ουν ήκουσεν ο Πιλάτος τούτον τον λόγον μάλλον εφοβήθη 9και εισήλθεν εις το πραιτώριον πάλιν και λέγει τω Ιησού πόθεν ει συ ο δε Ιησούς απόκρισιν ουκ έδωκεν αυτώ 10λέγει ουν αυτώ ο Πιλάτος εμοί ου λαλείς ουκ οίδας ότι εξουσίαν έχω σταυρώσαί σε και εξουσίαν έχω απολύσαί σε 11απεκρίθη ο Ιησούς ουκ είχες εξουσίαν ουδεμίαν κατ΄ εμού ει μη ην σοι δεδομένον άνωθεν διά τούτο ο παραδιδούς με σοι μείζονα αμαρτίαν έχει 12εκ τούτου εζήτει ο Πιλάτος απολύσαι αυτόν οι δε Ιουδαίοι έκραζον λέγοντες εάν τούτον απολύσης ουκ ει φίλος του Καίσαρος πας ο βασιλέα εαυτόν ποιών αντιλέγει τω Καίσαρι 13ο ούν Πιλάτος ακούσας τούτον τον λόγον ήγαγεν έξω τον Ιησούν και εκάθισεν επί του βήματος εις τόπον λεγόμενον Λιθόστρωτον Εβραϊστί δε Γαββαθά 14ην δε παρασκευή του πάσχα ώρα δε ωσεί έκτη και λέγει τοις Ιουδαίοις ίδε ο βασιλεύς υμών 15οι δε εκραύγασαν άρον άρον σταύρωσον αυτόν λέγει αυτοίς ο Πιλάτος τον βασιλέα υμών σταυρώσω απεκρίθησαν οι αρχιερείς ουκ έχομεν βασιλέα ει μη Καίσαρα 16τότε ούν παρέδωκεν αυτόν αυτοίς ίνα σταυρωθή παρέλαβον δε τον Ιησούν και ήγαγον

The Crucifixion

17και βαστάζων τον σταυρόν αυτού εξήλθεν εις τον λεγόμενον κρανίου τόπον ος λέγεται Εβραϊστί Γολγοθά 18όπου αυτόν εσταύρωσαν και μετ΄ αυτού άλλους δύο εντεύθεν και εντεύθεν μέσον δε τον Ιησούν 19έγραψε δε και τίτλον ο Πιλάτος και έθηκεν επί του σταυρού ην δε γεγραμμένον Ιησούς ο Ναζωραίος ο βασιλεύς των Ιουδαίων 20τούτον ούν τον τίτλον πολλοί ανέγνωσαν των Ιουδαίων ότι εγγύς ην ο τόπος της πόλεως όπου εσταυρώθη ο Ιησούς και ην γεγραμμένον Εβραϊστί Ελληνιστί Ρωμαϊστί 21έλεγον ούν τω Πιλάτω οι αρχιερείς των Ιουδαίων μη γράφε ο βασιλεύς των Ιουδαίων αλλ΄ ότι εκείνος είπε βασιλεύς ειμι των Ιουδαίων 22απεκρίθη ο Πιλάτος ο γέγραφα γέγραφα

The Soldiers Cast Lots

23οι ουν στρατιώται ότε εσταύρωσαν τον Ιησούν έλαβον τα ιμάτια αυτόν και εποίησαν τέσσαρα μέρη εκάστω στρατιώτη μέρος και τον χιτώνα ην δε ο χιτών άρραφος εκ των άνωθεν υφαντός δι΄ όλου 24είπον ούν προς αλλήλους μη σχίσωμεν αυτού αλλά λάχωμεν περί αυτού τίνος έσται ίνα η γραφή πληρωθή η λέγουσα διεμερίσαντο τα ίματιά μου εαυτοίς και επί τον ιματισμόν μου έβαλον κλήρον οι μεν ουν στρατιώται ταύτα εποίησαν 25ειστήκεισαν δε παρά τω σταυρώ του Ιησού η μήτηρ αυτού και η αδελφή της μητρός αυτού Μαρία η του Κλωπά και Μαρία η Μαγδαληνή 26Ιησούς ούν ιδών την μητέρα και τον μαθητήν παρεστώτα ον ηγάπα λέγει τη μητρί αυτού γύναι ίδε ο υιός σου 27είτα λέγει τω μαθητή ιδού η μήτηρ σου και απ΄ εκείνης της ώρας έλαβεν αυτήν ο μαθητής εις τα ίδια

Jesus Delivers Up His Spirit

28μετά τούτο ιδών ο Ιησούς ότι πάντα ήδη τετέλεσται ίνα τελειωθή η γραφή λέγει διψώ 29σκεύος ούν έκειτο όξους μεστόν οι δε πλήσαντες σπόγγον όξους και υσσώπω περιθέντες προσήνεγκαν αυτού τω στόματι 30ότε ούν έλαβεν το όξος ο Ιησούς είπε τετέλεσται και κλίνας την κεφαλήν παρέδωκεν το πνεύμα 31οι ουν Ιουδαίοι ίνα μη μείνη επί του σταυρού τα σώματα εν τω σαββάτω επεί παρασκευή ην ην γαρ μεγάλη η ημέρα εκείνου του σαββάτου ηρώτησαν τον Πιλάτον ίνα κατεαγώσιν αυτών τα σκέλη και αρθώσιν 32ήλθον ουν οι στρατιώται και του μεν πρώτου κατέαξαν τα σκέλη και του άλλου του συσταυρωθέντος αυτώ 33επί δε τον Ιησούν ελθόντες ως είδον αυτόν ήδη τεθνηκότα ου κατέαξαν αυτού τα σκέλη 34αλλ΄ εις των στρατιωτών λόγχη αυτού την πλευράν ένυξε και ευθέως εξήλθεν αίμα και ύδωρ 35και ο εωρακώς μεμαρτύρηκε και αληθινή εστίν η μαρτυρία αυτού κακείνος οίδεν ότι αληθή λέγει ίνα υμείς πιστεύσητε 36εγένετο γαρ ταύτα ίνα η γραφή πληρωθή οστούν ου συντριβήσεται αυτού 37και πάλιν ετέρα γραφή λέγει όψονται εις ον εξεκέντησαν

The Burial of Jesus

38μετά δε ταύτα ηρώτησε τον Πιλάτον ο Ιωσήφ ο από Αριμαθαίας ων μαθητής του Ιησού κεκρυμμένος δε διά τον φόβον των Ιουδαίων ίνα άρη το σώμα του Ιησού και επέτρεψεν ο Πιλάτος ήλθεν ουν και ήρε το σώμα του Ιησού 39ήλθε δε και Νικόδημος ο ελθών προς τον Ιησούν νυκτός το πρώτον φέρων μίγμα σμύρνης και αλόης ως λίτρας εκατόν 40έλαβον ουν το σώμα του Ιησού και έδησαν αυτό εν οθονίοις μετά των αρωμάτων καθώς έθος εστί τοις Ιουδαίος ενταφιάζειν 41ην δε εν τω τόπω όπου εσταυρώθη κήπος και εν τω κήπω μνημείον καινόν εν ω ουδέπω ουδείς ετέθη 42εκεί ούν διά την παρασκευήν των Ιουδαίων ότι εγγύς ην το μνημείον έθηκαν τον Ιησούν
Copyright information for ABPGRK