John 21

CHAPTER 21

Jesus Appears at the Sea of Tiberias

1μετά ταύτα εφανέρωσεν εαυτόν πάλιν ο Ιησούς τοις μαθηταίς επί της θαλάσσης της Τιβεριάδος εφανέρωσε δε ούτως 2ήσαν όμου Σίμων Πέτρος και Θωμάς ο λεγόμενος Δίδυμος και Ναθαναήλ ο από Κανά της Γαλιλαίας και οι του Ζεβεδαίου και άλλοι εκ των μαθητών αυτού δύο 3λέγει αυτοίς Σίμων Πέτρος υπάγω αλιεύειν λέγουσιν αυτώ ερχόμεθα και ημείς συν σοι εξήλθον και ανέβησαν εις το πλοίον ευθύς και εν εκείνη τη νυκτί επίασαν ουδέν 4πρωϊας δε ήδη γενομένης έστη ο Ιησούς εις τον αιγιαλόν ου μέντοι ήδεισαν οι μαθηταί ότι Ιησούς εστι 5λέγει ουν αυτοίς ο Ιησούς παιδία μη τι προσφάγιον έχετε απεκρίθησαν αυτώ ου 6ο δε είπεν αυτοίς βάλετε εις τα δεξιά μέρη του πλοίου το δίκτυον και ευρήσετε έβαλον ούν και ουκέτι αυτό ελκύσαι ίσχυσαν από του πλήθους των ιχθύων 7λέγει ούν ο μαθητής εκείνος ον ηγάπα ο Ιησούς τω Πέτρω ο κύριός εστι Σίμων ουν Πέτρος ακούσας ότι ο κύριός εστι τον επενδύτην διεζώσατο ην γαρ γυμνός και έβαλεν εαυτόν εις την θάλασσαν 8οι δε άλλοι μαθηταί τω πλοιαρίω ήλθον ου γαρ ήσαν μακράν από της γης αλλ΄ ως από πηχών διακοσίων σύροντες το δίκτυον των ιχθύων 9ως ουν απέβησαν εις την γην βλέπουσιν ανθρακίαν κειμένην και οψάριον επικείμενον και άρτον 10λέγει αυτοίς ο Ιησούς ενέγκατε από των οψαρίων ων επιάσατε νυν 11ανέβη Σίμων Πέτρος και είλκυσεν το δίκτυον επί της γης μεστόν ιχθύων μεγάλων εκατόν πεντηκοντατριών και τοσούτων όντων ουκ εσχίσθη το δίκτυον 12λέγει αυτοίς ο Ιησούς δεύτε αριστήσατε ουδείς δε ετόλμα των μαθητών εξετάσαι αυτόν συ τις ει ειδότες ότι ο κύριός εστιν 13έρχεται ουν ο Ιησούς και λαμβάνει τον άρτον και δίδωσιν αυτοίς και το οψάριον ομοίως 14τούτο ήδη τρίτον εφανερώθη ο Ιησούς τοις μαθηταίς αυτού εγερθείς εκ νεκρών 15ότε ούν ηρίστησαν λέγει τω Σίμωνι Πέτρω ο Ιησούς Σίμων Ιωνά αγαπάς με πλείον τούτων λέγει αυτώ ναι κύριε συ οίδας ότι φιλώ σε λέγει αυτώ βόσκε τα αρνία μου 16λέγει αυτώ πάλιν δεύτερον Σίμων Ιωνά αγαπάς με λέγει αυτώ ναι κύριε συ οίδας ότι φιλώ σε λέγει αυτώ ποίμαινε τα πρόβατά μου 17λέγει αυτώ το τρίτον Σίμων Ιωνά φιλείς με ελυπήθη ο Πέτρος ότι είπεν αυτώ το τρίτον φιλείς με και είπεν αυτώ κύριε συ πάντα οίδας συ γινώσκεις ότι φιλώ σε λέγει αυτώ ο Ιησούς βόσκε τα πρόβατά μου 18αμήν αμήν λέγω σοι ότε ης νεώτερος εζώννυες σεαυτόν και περιεπάτεις όπου ήθελες όταν δε γηράσης εκτενείς τας χείράς σου και άλλος σε ζώσει και οίσει όπου ου θέλεις 19τούτο δε είπεν σημαίνων ποίω θανάτω δοξάσει τον θεόν και τούτο ειπών λέγει αυτώ ακολούθει μοι 20επιστραφείς δε ο Πέτρος βλέπει τον μαθητήν ον ηγάπα ο Ιησούς ακολουθούντα ος και ανέπεσεν εν τω δείπνω επί το στήθος αυτού και είπε κύριε τις εστιν ο παραδιδούς σε 21τούτον ιδών ο Πέτρος λέγει τω Ιησού κύριε ούτος δε τι 22λέγει αυτώ ο Ιησούς εάν αυτόν θέλω μένειν έως έρχομαι τι προς σε συ ακολούθει μοι 23εξήλθεν ούν ο λόγος ούτος εις τους αδελφούς ότι ο μαθητής εκείνος ουκ αποθνήσκει και ουκ είπεν αυτώ ο Ιησούς ότι ουκ αποθνήσκει αλλ΄ εάν αυτόν θέλω μένειν έως έρχομαι τι προς σε 24ούτός εστιν ο μαθητής ο μαρτυρών περί τούτων και γράψας ταύτα και οίδαμεν ότι αληθής εστιν η μαρτυρία αυτου 25έστι δε και άλλα πολλά όσα εποίησεν ο Ιησούς άτινα εάν γράφηται καθ΄ εν ουδέ αυτόν οίμαι τον κόσμον χωρήσαι τα γραφόμενα βιβλία αμην
Copyright information for ABPGRK