John 3

CHAPTER 3

Nicodemus and the New Birth

1ην δε άνθρωπος εκ των Φαρισαίων Νικόδημος όνομα αυτώ άρχων των Ιουδαίων 2ούτος ήλθεν προς τον Ιησούν νυκτός και είπεν αυτώ ραββί οίδαμεν ότι από θεού ελήλυθας διδάσκαλος ουδείς γαρ ταύτα τα σημεία δύναται ποιείν α συ ποιείς εάν μη η ο θεός μετ΄ αυτού 3απεκρίθη ο Ιησούς και είπεν αυτώ αμήν αμήν λέγω σοι εάν μη τις γεννηθή άνωθεν ου δύναται ιδείν την βασιλείαν του θεού 4λέγει προς αυτόν ο Νικόδημος πως δύναται άνθρωπος γεννηθήναι γέρων ων μη δύναται εις την κοιλίαν της μητρός αυτού δεύτερον εισελθείν και γεννηθήναι 5απεκρίθη ο Ιησούς αμήν αμήν λέγω σοι εάν μη τις γεννηθή εξ ύδατος και πνεύματος ου δύναται εισελθείν εις την βασιλείαν του θεού 6το γεγεννημένον εκ της σαρκός σαρξ εστι και το γεγεννημένον εκ του πνεύματος πνεύμά εστι 7μη θαυμάσης ότι είπόν σοι δει υμάς γεννηθήναι άνωθεν 8το πνεύμα όπου θέλει πνεί και την φωνήν αυτού ακούεις αλλ΄ ουκ οίδας πόθεν έρχεται και που υπάγει ούτως εστί πας ο γεγεννημένος εκ του πνεύματος 9απεκρίθη Νικόδημος και είπεν αυτώ πως δύναται ταύτα γενέσθαι 10απεκρίθη Ιησούς και είπεν αυτώ συ ει ο διδάσκαλος του Ισραήλ και ταύτα ου γινώσκεις 11αμήν αμήν λέγω σοι ότι ο οίδαμεν λαλούμεν και ο εωράκαμεν μαρτυρούμεν και την μαρτυρίαν ημών ου λαμβάνετε 12ει τα επίγεια είπον υμίν και ου πιστεύετε πως εάν είπω υμίν τα επουράνια πιστεύσετε 13και ουδείς αναβέβηκεν εις τον ουρανόν ει μη ο εκ του ουρανού καταβάς ο υιός του ανθρώπου ο ων εν τω ουρανώ 14και καθώς Μωσής ύψωσε τον όφιν εν τη ερήμω ούτως υψωθήναι δει τον υιόν του ανθρώπου 15ίνα πας ο πιστεύων εις αυτόν μη απόληται αλλ΄ έχη ζωήν αιώνιον

God Loves the World

16ούτω γαρ ηγάπησεν ο θεός τον κόσμον ώστε τον υιόν αυτού τον μονογενή έδωκεν ίνα πας ο πιστεύων εις αυτόν μη απόληται αλλ΄ έχη ζωήν αιώνιον 17ου γαρ απέστειλεν ο θεός τον υιόν αυτού εις τον κόσμον ίνα κρίνη τον κόσμον αλλ΄ ίνα σωθή ο κόσμος δι΄ αυτού 18ο πιστεύων εις αυτόν ου κρίνεται ο δε μη πιστεύων ήδη κέκριται ότι μη πεπίστευκεν εις το όνομα του μονογενούς υιού του θεού 19αύτη δε εστιν η κρίσις ότι το φως ελήλυθεν εις τον κόσμον και ηγάπησαν οι άνθρωποι μάλλον το σκότος η το φως ην γαρ πονηρά αυτών τα έργα 20πας γαρ ο φαύλα πράσσων μισεί το φως και ουκ έρχεται προς το φως ίνα μη ελεγχθή τα έργα αυτού 21ο δε ποιών την αλήθειαν έρχεται προς το φως ίνα φανερωθή αυτού τα έργα ότι εν θεώ εστιν ειργασμένα 22μετά ταύτα ήλθεν ο Ιησούς και οι μαθηταί αυτού εις την Ιουδαίαν γην και εκεί διέτριβε μετ΄ αυτών και εβάπτιζεν 23ην δε και Ιωάννης βαπτίζων εν Αινών εγγύς του Σαλήμ ότι ύδατα πολλά ην εκεί και παρεγίνοντο και εβαπτίζοντο 24ούπω γαρ ην βεβλημένος εις την φυλακήν ο Ιωάννης

Disciples of John the Baptist Question Jesus

25εγένετο ουν ζήτησις εκ των μαθητών Ιωάννου μετά Ιουδαίων περί καθαρισμού 26και ήλθον προς τον Ιωάννην και είπον αυτώ ραββί ος ην μετά σου πέραν του Ιορδάνου ω συ μεμαρτύρηκας ίδε ούτος βαπτίζει και πάντες έρχονται προς αυτόν 27απεκρίθη Ιωάννης και είπεν ου δύναται άνθρωπος λαμβάνειν ουδέν εαν μη η δεδομένον αυτώ εκ του ουρανού 28αυτοί υμείς μοι μαρτυρείτε ότι είπον ουκ ειμί εγώ ο Χριστός αλλ΄ ότι απεσταλμένος ειμί έμπροσθεν εκείνου 29ο έχων την νύμφην νυμφίος εστίν ο δε φίλος του νυμφίου ο εστηκώς και ακούων αυτού χαρά χαίρει διά την φωνήν του νυμφίου αύτη ούν η χαρά η εμή πεπλήρωται 30εκείνον δει αυξάνειν εμέ δε ελαττούσθαι 31ο άνωθεν ερχόμενος επάνω πάντων εστίν ο ων εκ της γης εκ της γης εστι και εκ της γης λαλεί ο εκ του ουρανού ερχόμενος επάνω πάντων εστί 32και ο εώρακε και ήκουσε τούτο μαρτυρεί και την μαρτυρίαν αυτού ουδείς λαμβάνει 33ο λαβών αυτού την μαρτυρίαν εσφράγισεν ότι ο θεός αληθής εστιν 34ον γαρ απέστειλεν ο θεός τα ρήματα του θεού λαλεί ου γαρ εκ μέτρου δίδωσιν ο θεός το πνεύμα 35ο πατήρ αγαπά τον υιόν και πάντα δέδωκεν εν τη χειρί αυτού 36ο πιστεύων εις τον υιόν έχει ζωήν αιώνιον ο δε απειθών τω υιώ ουκ όψεται την ζωήν αλλ΄ η οργή του θεού μένει επ΄ αυτόν
Copyright information for ABPGRK