John 5

CHAPTER 5

Jesus Heals at Bethesda

1μετά ταύτα ην εορτή των Ιουδαίων και ανέβη ο Ιησούς εις Ιεροσόλυμα 2έστι δε εν τοις Ιεροσολύμοις επί τη προβατική κολυμβήθρα η επιλεγομένη Εβραϊστί Βηθεσδά πέντε στοάς έχουσα 3εν ταύταις κατέκειτο πλήθος πολύ των ασθενούντων τυφλών χωλών ξηρών εκδεχομένων την του ύδατος κίνησιν 4άγγελος γαρ κατά καιρόν κατέβαινεν εν τη κολυμβήθρα και ετάρασσε το ύδωρ ο ουν πρώτος εμβάς μετά την ταραχήν του ύδατος υγιής εγίνετο ω δήποτε κατείχετο νοσήματι 5ην δε τις άνθρωπος εκεί τριάκοντα και οκτώ έτη έχων εν τη ασθενεία 6τούτον ιδών ο Ιησούς κατακείμενον και γνούς ότι πολύν ήδη χρόνον έχει λέγει αυτώ θέλεις υγιής γενέσθαι 7απεκρίθη αυτώ ο ασθενών κύριε άνθρωπον ουκ έχω ίνα όταν ταραχθή του ύδωρ βάλη με εις την κολυμβήθραν εν ω δε έρχομαι εγώ άλλος προ εμού καταβαίνει 8λέγει αυτώ ο Ιησούς έγειραι άρον τον κράββατόν σου και περιπάτει 9και ευθέως εγένετο υγιής ο άνθρωπος και ήρε τον κράββατον αυτού και περιεπάτει ην δε σάββατον εν εκείνη τη ημέρα 10έλεγον ουν οι Ιουδαίοι τω τεθεραπευμένω σάββατόν εστιν ουκ έξεστί σοι άραι τον κράββατον 11απεκρίθη αυτοίς ο ποιήσας με υγιή εκείνός μοι είπεν άρον τον κράββατόν σου και περιπάτει 12ηρώτησαν ουν αυτόν τις εστιν ο άνθρωπος ο ειπών σοι άρον τον κράββατόν σου και περιπάτει 13ο δε ιαθείς ουκ ήδει τις εστιν ο γαρ Ιησούς εξένευσεν όχλου όντος εν τω τόπω 14μετά ταύτα ευρίσκει αυτόν ο Ιησούς εν τω ιερώ και είπεν αυτώ ίδε υγιής γέγονας μηκέτι αμάρτανε ίνα μη χείρόν τι σοι γένηται 15απήλθεν ο άνθρωπος και ανήγγειλε τοις Ιουδαίοις ότι Ιησούς εστιν ο ποιήσας αυτόν υγιή

The Jews Seek to Kill Jesus

16και διά τούτο εδίωκον τον Ιησούν οι Ιουδαίοι και εζήτουν αυτόν αποκτείναι ότι ταύτα εποίει εν σαββάτω 17ο δε Ιησούς απεκρίνατο αυτοίς ο πατήρ μου έως άρτι εργάζεται καγώ εργάζομαι 18διά τούτο ούν μάλλον εζήτουν αυτόν οι Ιουδαίοι αποκτείναι ότι ου μόνον έλυε το σάββατον αλλά και πατέρα ίδιον έλεγεν τον θεόν ίσον εαυτόν ποιών τω θεώ

The Father and the Son

19απεκρίνατο ουν ο Ιησούς και είπεν αυτοίς αμήν αμήν λέγω υμίν ου δύναται ο υιός ποιείν αφ΄ εαυτού ουδέν εάν μη τι βλέπη τον πατέρα ποιούντα α γαρ αν εκείνος ποιή ταύτα και ο υιός ομοίως ποιεί 20ο γαρ πατήρ φιλεί τον υιόν και πάντα δείκνυσιν αυτώ α αυτός ποιεί και μείζονα τούτων δείξει αυτώ έργα ίνα υμείς θαυμάζητε 21ώσπερ γαρ ο πατήρ εγείρει τους νεκρούς και ζωοποιεί ούτως και ο υιός ους θέλει ζωοποιεί 22ουδέ γαρ ο πατήρ κρίνει ουδένα αλλά την κρίσιν πάσαν δέδωκε τω υιώ 23ίνα πάντες τιμώσι τον υιόν καθώς τιμώσι τον πατέρα ο μη τιμών τον υιόν ου τιμά τον πατέρα τον πέμψαντα αυτόν 24αμήν αμήν λέγω υμίν ότι ο τον λόγον μου ακούων και πιστεύων τω πέμψαντί με έχει ζωήν αιώνιον και εις κρίσιν ουκ έρχεται αλλά μεταβέβηκαν εκ του θανάτου εις την ζωήν 25αμήν αμήν λέγω υμίν ότι έρχεται ώρα και νυν εστιν ότε οι νεκροί ακούσονται της φωνής του υιού του θεού και οι ακούσαντες ζήσονται 26ώσπερ γαρ ο πατήρ έχει ζωήν εν εαυτώ ούτως έδωκε και τω υιώ ζωήν έχειν εν εαυτώ 27και εξουσίαν έδωκεν αυτώ και κρίσιν ποιείν ότι υιός ανθρώπου εστί 28μη θαυμάζετε τούτο ότι έρχεται ώρα εν η πάντες οι εν τοις μνημείοις ακούσονται της φωνής αυτού 29και εκπορεύσονται οι τα αγαθά ποιήσαντες εις ανάστασιν ζωής οι δε τα φαύλα πράξαντες εις ανάστασιν κρίσεως 30ου δύναμαι εγώ ποιείν απ΄ εμαυτού ουδέν καθώς ακούω κρίνω και η κρίσις η εμή δικαία εστίν ότι ου ζητώ το θέλημα το εμόν αλλά το θέλημα του πέμψαντός με πατρός 31εάν εγώ μαρτυρώ περί εμαυτού η μαρτυρία μου ουκ έστιν αληθής 32άλλος εστίν ο μαρτυρών περί εμού και οίδα ότι αληθής εστιν η μαρτυρία ην μαρτυρεί περί εμού 33υμείς απεστάλκατε προς Ιωάννην και μεμαρτύρηκε τη αληθεία 34εγώ δε ου παρά ανθρώπου την μαρτυρίαν λαμβάνω αλλ΄ ταύτα λέγω ίνα υμείς σωθήτε 35εκείνος ην ο λύχνος ο καιόμενος και φαίνων υμείς δε ηθελήσατε αγαλλιασθήναι προς ώραν εν τω φωτί αυτού 36εγώ δε έχω την μαρτυρίαν μείζω του Ιωάννου τα γαρ έργα α έδωκέ μοι ο πατήρ ίνα τελειώσω αυτά αυτά τα έργα α εγώ ποιώ μαρτυρεί περί εμού ότι ο πατήρ με απέσταλκε 37και ο πέμψας με πατήρ αυτός μεμαρτύρηκεν περί εμού ούτε φωνήν αυτού ακηκόατε πώποτε ούτε είδος αυτού εωράκατε 38και τον λόγον αυτού ουκ έχετε μένοντα εν υμίν ότι ον απέστειλεν εκείνος τούτω υμείς ου πιστεύετε 39ερευνάτε τας γραφάς ότι υμείς δοκείτε εν αυταίς ζωήν αιώνιον έχειν και εκείναί εισιν αι μαρτυρούσαι περί εμού 40και ου θέλετε ελθείν προς με ίνα ζωήν έχητε 41δόξαν παρά ανθρώπων ου λαμβάνω 42αλλ΄ έγνωκα υμάς ότι την αγάπην του θεού ουκ έχετε εν εαυτοίς 43εγώ ελήλυθα εν τω ονόματι του πατρός μου και ου λαμβάνετέ με εάν άλλος έλθη εν τω ονόματι τω ιδίω εκείνον λήψεσθε 44πως δύνασθε υμείς πιστεύσαι δόξαν παρά αλλήλων λαμβάνοντες και την δόξαν την παρά του μόνου θεού ου ζητείτε 45μη δοκείτε ότι εγώ κατηγορήσω υμών προς τον πάτερα έστιν ο κατηγορών υμών Μωσής εις ον υμείς ηλπίκατε 46ει γαρ επιστεύετε Μωσεί επιστεύετε αν εμοί περί γαρ εμού εκείνος έγραψεν 47ει δε τοις εκείνου γράμμασιν ου πιστεύετε πως τοις εμοίς ρήμασι πιστεύσετε
Copyright information for ABPGRK