John 8

CHAPTER 8

The Woman Caught in Adultery

1Ιησούς δε επορεύθη εις το όρος των ελαιών 2όρθρου δε πάλιν παρεγενετο εις το ιερόν και πας ο λαός ήρχετο προς αυτόν και καθίσας εδίδασκεν αυτούς 3άγουσι δε οι γραμματείς και οι Φαρισαίοι προς αυτόν γυναίκα εν μοιχεία κατειλημμένην και στήσαντες αυτήν εν μέσω 4λέγουσιν αυτώ διδάσκαλε ταύτην εύρομεν επαυτοφώρω μοιχευομένην 5εν δε τω νόμω ημών Μωσής ενετείλατο τας τοιαύτας λιθοβολείσθαι συ ούν τι λέγεις 6τούτο δε έλεγον πειράζοντες αυτόν ίνα έχωσι κατηγορίαν κατ΄ αυτού ο δε Ιησούς κάτω κύψας τω δακτύλω έγραφεν εις την γην 7ως δε επέμενον ερωτώντες αυτόν ανακύψας είπε προς αυτούς ο αναμάρτητος υμών πρώτος τον λίθον επ΄ αυτή βαλέτω 8και πάλιν κάτω κύψας έγραφεν εις την γην 9οι δε ακούσαντες και υπό της συνειδήσεως ελεγχόμενοι εξήρχοντο εις καθ΄ εις αρξάμενοι από των πρεσβυτέρων και κατελείφθη μόνος ο Ιησούς και η γυνή εν μέσω ούσα 10ανακύψας δε ο Ιησούς και μηδένα θεασάμενος πλην της γυναικός είπεν αυτή γυνη που εισιν εκείνοι οι κατήγοροί σου ουδείς σε κατέκρινεν 11η δε είπεν ουδείς κύριε είπε δε αυτή ο Ιησούς ουδέ εγώ σε κατακρίνω πορεύου και από του νυν μηκέτι αμάρτανε

The Light of the World

12πάλιν ούν αυτοίς ο Ιησούς ελάλησε λέγων εγώ ειμι το φως του κόσμου ο ακολουθών εμοί ου μη περιπατήση εν τη σκοτία αλλ΄ έξει το φως της ζωής 13είπον ούν αυτώ οι Φαρισαίοι συ περί σεαυτού μαρτυρείς η μαρτυρία σου ουκ έστιν αληθής 14απεκρίθη Ιησούς και είπεν αυτοίς καν εγώ μαρτυρώ περί εμαυτού αληθής εστιν η μαρτυρία μου ότι οίδα πόθεν ήλθον και που υπάγω υμείς δε ουκ οίδατε πόθεν έρχομαι και που υπάγω 15υμείς κατά την σάρκα κρίνετε εγώ ου κρίνω ουδένα 16και εάν κρίνω δε εγώ η κρίσις η εμή αληθής εστιν ότι μόνος ουκ ειμί αλλ΄ εγώ και ο πέμψας με πατήρ 17και εν τω νόμω δε τω υμετέρω γέγραπται ότι δύο ανθρώπων η μαρτυρία αληθής εστιν 18εγώ ειμι ο μαρτυρών περί εμαυτού και μαρτυρεί περί εμού ο πέμψας με πατήρ 19έλεγον ούν αυτώ που εστιν ο πατήρ σου απεκρίθη Ιησούς ούτε εμέ οίδατε ούτε τον πατέρα μου ει εμέ ήδειτε και τον πατέρα μου ήδειτε αν

Jesus Warns of Unbelief

20ταύτα τα ρήματα ελάλησεν ο Ιησούς εν τω γαζοφυλακίω διδάσκων εν τω ιερώ και ουδείς επίασεν αυτόν ότι ούπω εληλύθει η ώρα αυτού 21είπεν ούν πάλιν αυτοίς ο Ιησούς εγώ υπάγω και ζητήσετέ με και εν τη αμαρτία υμών αποθανείσθε όπου εγώ υπάγω υμείς ου δύνασθε ελθείν 22έλεγον ούν οι Ιουδαίοι μήτι αποκτενεί εαυτόν ότι λέγει όπου εγώ υπάγω υμείς ου δύνασθε ελθείν 23και είπεν αυτοίς υμείς εκ των κάτω εστέ εγώ εκ των άνω ειμί υμείς εκ του κόσμου τούτου εστέ εγώ ουκ ειμί εκ του κόσμου τούτου 24είπον ούν υμίν ότι αποθανείσθε εν ταις αμαρτίαις υμών εάν γαρ μη πιστεύσητε ότι εγώ ειμι αποθανείσθε εν ταις αμαρτίαις υμών 25έλεγον ούν αυτώ συ τις ει και είπεν αυτοίς ο Ιησούς την αρχήν ο τι και λαλώ υμίν 26πολλά έχω περί υμών λαλείν και κρίνειν αλλ΄ ο πέμψας με αληθής εστι κάγω α ήκουσα παρ΄ αυτού ταύτα λέγω εις τον κόσμον 27ουκ έγνωσαν ότι τον πατέρα αυτοίς έλεγεν 28είπεν ούν αυτοίς ο Ιησούς όταν υψώσητε τον υιόν του ανθρώπου τότε γνώσεσθε ότι εγώ ειμι και απ΄ εμαυτού ποιώ ουδέν αλλά καθώς εδίδαξέ με ο πατήρ μου ταύτα λαλώ 29και ο πέμψας με μετ΄ εμού εστιν ουκ αφήκέ με μόνον ο πατήρ ότι εγώ τα αρεστά αυτώ ποιώ πάντοτε 30ταύτα αυτού λαλούντος πολλοί επίστευσαν εις αυτόν

The Truth Shall Free You

31έλεγεν ούν ο Ιησούς προς τους πεπιστευκότας αυτώ Ιουδαίους εάν υμείς μείνητε εν τω λόγω τω εμώ αληθώς μαθηταί μου εστέ 32και γνώσεσθε την αλήθειαν και η αλήθεια ελευθερώσει υμάς 33απεκρίθησαν αυτώ σπέρμα Αβραάμ εσμεν και ουδενί δεδουλεύκαμεν πώποτε πως συ λέγεις ότι ελεύθεροι γενήσεσθε 34απεκρίθη αυτοίς ο Ιησούς αμήν αμήν λέγω υμίν ότι πας ο ποιών την αμαρτίαν δούλός εστι της αμαρτίας 35ο δε δούλος ου μένει εν τη οικία εις τον αιώνα ο υιός μένει εις τον αιώνα 36εάν ούν ο υιός υμάς ελευθερώση όντως ελεύθεροι έσεσθε

Children of Abraham

37οίδα ότι σπέρμα Αβραάμ εστε αλλά ζητείτέ με αποκτείναι ότι ο λόγος ο εμός ου χωρεί εν υμίν 38εγώ ο εώρακα παρά τω πατρί μου λαλώ και υμείς ούν ο εωράκατε παρά τω πατρί υμών ποιείτε 39απεκρίθησαν και είπον αυτώ ο πατήρ ημών Αβραάμ εστι λέγει αυτοίς ο Ιησούς ει τέκνα του Αβραάμ ήτε τα έργα του Αβραάμ εποιείτε αν 40νυν δε ζητείτέ με αποκτείναι άνθρωπον ος την αλήθειαν υμίν λελάληκα ην ήκουσα παρά του θεού τούτο Αβραάμ ουκ εποίησεν 41υμείς ποιείτε τα έργα του πατρός υμών είπον ούν αυτώ ημείς εκ πορνείας ου γεγεννήμεθα ένα πατέρα έχομεν τον θεόν 42είπεν αυτοίς ο Ιησούς ει ο θεός πατήρ υμών ην ηγαπάτε αν εμέ εγώ γαρ εκ του θεού εξήλθον και ήκω ουδέ γαρ απ΄ εμαυτού ελήλυθα αλλ΄ εκείνός με απέστειλε 43διατί την λαλιάν την εμήν ου γινώσκετε ότι ου δύνασθε ακούειν τον λόγον τον εμόν 44υμείς εκ του πατρός του διαβόλου εστέ και τας επιθυμίας του πατρός υμών θέλετε ποιείν εκείνος ανθρωποκτόνος ην απ΄ αρχής και εν τη αληθεία ουχ έστηκεν ότι ουκ έστιν αλήθεια εν αυτώ όταν λαλή το ψεύδος εκ των ιδίων λαλεί ότι ψεύστης εστί και ο πατήρ αυτού 45εγώ δε ότι την αλήθειαν λέγω ου πιστεύετέ μοι 46τις εξ υμών ελέγχει με περί αμαρτίας ει δε αλήθειαν λέγω διατί υμείς ου πιστεύετέ μοι 47ο ων εκ του θεού τα ρήματα του θεού ακούει διά τούτο υμείς ουκ ακούετε ότι εκ του θεού ουκ εστέ

The Jews Dishonor Jesus

48απεκρίθησαν ουν οι Ιουδαίοι και είπον αυτώ ου καλώς λέγομεν ημείς ότι Σαμαρείτης ει συ και δαιμόνιον έχεις 49απεκρίθη Ιησούς εγώ δαιμόνιον ουκ έχω αλλά τιμώ τον πατέρα μου και υμείς ατιμάζετέ με 50εγώ δε ου ζητώ την δόξαν μου έστιν ο ζητών και κρίνων 51αμήν αμήν λέγω υμίν εάν τις τον λόγον τον εμόν τηρήση θάνατον ου μη θεωρήση εις τον αιώνα 52είπον ούν αυτώ οι Ιουδαίοι νυν εγνώκαμεν ότι δαιμόνιον έχεις Αβραάμ απέθανε και οι προφήται και συ λέγεις εάν τις τον λόγον μου τηρήση ου μη γεύσεται θανάτου εις τον αιώνα 53μη συ μείζων ει του πατρός ημών Αβραάμ όστις απέθανε και οι προφήται απέθανον τίνα σεαυτόν συ ποιείς 54απεκρίθη Ιησούς εάν εγώ δοξάζω εμαυτόν η δόξα μου ουδέν εστιν έστιν ο πατήρ μου ο δοξάζων με ον υμείς λέγετε ότι θεός υμών εστι 55και ουκ εγνώκατε αυτόν εγώ δε οίδα αυτόν και εάν είπω ότι ουκ οίδα αυτόν έσομαι όμοιος υμών ψεύστης αλλ΄ οίδα αυτόν και τον λόγον αυτού τηρώ 56Αβραάμ ο πατήρ υμών ηγαλλιάσατο ίνα ίδη την ημέραν την εμήν και είδε και εχάρη

I Am

57είπον ουν οι Ιουδαίοι προς αυτόν πεντήκοντα έτη ούπω έχεις και Αβραάμ εώρακας 58είπεν αυτοίς ο Ιησούς αμήν αμήν λέγω υμίν πριν Αβραάμ γενέσθαι εγώ ειμι 59ήραν ουν λίθους ίνα βάλωσιν επ΄ αυτόν Ιησούς δε εκρύβη και εξήλθεν εκ του ιερού διελθών διά μέσου αυτών και παρήγεν ούτως
Copyright information for ABPGRK