Jonah 2

CHAPTER 2

Jonah's Prayer

1και προσηύξατο Ιωνάς προς κύριον τον θεόν αυτού εκ της κοιλίας του κήτους 2και είπεν εβόησα εν θλίψει μου προς κύριον τον θεόν μου και εισήκουσέ μου εκ κοιλίας άδου κραυγής μου ήκουσας φωνής μου 3απέρριψάς με εις βάθη καρδίας θαλάσσης και ποταμοί εκύκλωσάν με πάντες οι μετεωρισμοί σου και τα κύματά σου επ΄ εμέ διήλθον 4και εγώ είπα απώσμαι εξ οφθαλμών σου άρα προσθήσω του επιβλέψαι προς ναόν τον αγιόν σου 5περιεχύθη μοι ύδωρ έως ψυχής άβυσσος εκύκλωσέ με εσχάτη έδυ η κεφαλή μου 6εις σχισμάς ορέων κατέβην εις γην ης οι μοχλοί αυτής κάτοχοι αιώνιοι και αναβήτω εκ φθοράς η ζωή μου κύριε ο θεός μου 7εν τω εκλείπειν απ΄ εμού την ψυχήν μου του κυρίου εμνήσθην και έλθοι προς σε η προσευχή μου προς ναόν τον αγιόν σου 8φυλασσόμενοι μάταια και ψευδή έλεον αυτών εγκατέλιπον 9εγώ δε μετά φωνής αινέσεως και εξομολογήσεως θύσω σοι όσα ηυξάμην αποδώσω σοι εις σωτηρίαν μου τω κυρίω 10και προσετάγη από κυρίου τω κήτει και εξέβαλε τον Ιωνάν επί την ξηράν
Copyright information for ABPGRK