Joshua 1

CHAPTER 1

Joshua Succeeds Moses

και εγένετο μετά την τελευτήν Μωυσή δούλου κυρίου και είπε κύριος τω Ιησού υιώ Ναυή τω υπουργώ Μωυσή λέγων Μωυσής ο θεράπων μου τετελεύτηκε νυν ουν αναστάς διάβηθι τον Ιορδάνην συ και πας ο λαός ούτος εις την γην ην εγώ δίδωμι αυτοίς πας ο τόπος εφ΄ ον αν επιβή τω ίχνη των ποδών υμών υμίν δώσω αυτόν ον τρόπον είρηκα τω Μωυσή την έρημον και τον Αντιλίβανον έως του ποταμού του μεγάλου ποταμού Ευφράτου πάσαν γην Εταίων και έως της θαλάσσης της μεγάλης αφ΄ ηλίου δυσμών έσται τα όρια υμών ουκ αντιστήσεται άνθρωπος κατενώπιον υμών πάσας τας ημέρας της ζωής σου και ώσπερ ήμην μετά Μωυσή ούτως έσομαι και μετά σου και ουκ εγκαταλείψω σε ουδ΄ υπερόψομαί σε ίσχυε και ανδρίζου συ γαρ αποδιελείς τω λαώ τούτω την γην ην ώμοσα τοις πατράσιν υμών δούναι αυτοίς ίσχυε ουν και ανδρίζου φυλάσσεσθαι και ποιείν καθότι ενετείλατό σοι Μωυσής ο παις μου και ουκ εκκλινείς απ΄ αυτών εις δεξιά η εις αριστερά ίνα συνής εν πάσιν οις εάν πράξης και ουκ αποστήσεται η βίβλος του νόμου τούτου εκ του στόματός σου και μελετήσεις εν αυτώ ημέρας και νυκτός ίνα συνής ποιείν πάντα τα γεγραμμένα εν αυτώ τότε ευοδώσεις τας οδούς σου και τότε συνήσεις ιδού εντέλλομαί σοι ίσχυε και ανδρίζου μη δειλιάσης μηδέ πτοηθής ότι μετά σου κύριος ο θεός σου εις πάντα τόπον ου εάν πορεύση

Joshua Gives Charge to the Scribes

10 και ενετείλατο Ιησούς τοις γραμματεύσι του λαού λέγων 11 εισέλθετε κατά μέσον της παρεμβολής του λαού και εντείλασθε τω λαώ λέγοντες ετοιμάζεσθε επισιτισμόν ότι έτι τρεις ημέραι και υμείς διαβαίνετε τον Ιορδάνην τούτον εισελθόντες κατασχείν την γην ην κύριος ο θεός των πατέρων υμών δίδωσιν υμίν 12 και τω Ρουβήν και τω Γαδ και τω ημίσει φυλής Μανασσή είπεν Ιησούς 13 μνήσθητε το ρήμα κυρίου ο ενετείλατο υμίν Μωυσής ο παις κυρίου λέγων κύριος ο θεός υμών κατέπαυσεν υμάς και έδωκεν υμίν την γην ταύτην 14 αι γυναίκες υμών και τα παιδία υμών και τα κτήνη υμών κατοικείτωσαν εν τη γη η έδωκεν υμίν Μωυσής πέραν του Ιορδάνου υμείς δε διαβήσεσθε εύζωνοι πρότεροι των αδελφών υμών πας ο ισχύων και συμμαχήσετε αυτοίς 15 έως αν καταπαύση κύριος ο θεός υμών τους αδελφούς υμών ώσπερ και υμάς και κληρονομήσωσι και ούτοι την γην ην κύριος ο θεός υμών δίδωσιν αυτοίς και απελεύσεσθε έκαστος εις την κληρονομίαν εαυτού ην έδωκεν υμίν Μωυσής εν τω πέραν του Ιορδάνου απ΄ ανατολών ηλίου 16 και αποκριθέντες τω Ιησού είπαν πάντα όσα εάν εντείλη ημίν ποιήσομεν και εις πάντα τόπον ου εάν αποστείλης ημάς πορευσόμεθα 17 κατά πάντα όσα ηκούσαμεν Μωυσή ακουσόμεθά σου πλην έστω κύριος ο θεός ημών μετά σου ον τρόπον ην μετά Μωυσή 18 ο δε άνθρωπος ος αν απειθήση σοι και ος αν μη ακούση των ρημάτων σου καθότι αν εντείλη αυτώ αποθανέτω αλλά ίσχυε και ανδρίζου
Copyright information for ABPGRK