Joshua 10

CHAPTER 10

Five Kings Attack

ως δε ήκουσεν Αδωνισεδέκ βασιλεύς Ιερουσαλήμ ότι έλαβεν Ιησούς την Γαί και εξωλόθρευσεν αυτήν ον τρόπον εποίησεν την Ιεριχώ και τον βασιλέα αυτής ούτω εποίησεν και την Γαί και τον βασιλέα αυτής και ότι ηυτομόλησαν οι κατοικούντες Γαβαών προς Ιησούν και προς Ισραήλ και εγένετο εν μέσω αυτών και εφοβήθησαν εν αυτών σφόδρα ήδει γαρ ότι η πόλις ην μεγάλη Γαβαών ωσεί και μία των μητροπόλεων των βασιλέων ότι αυτή μεγάλη υπέρ την Γαί και πάντες οι άνδρες αυτής ίσχυροι και απέστειλεν Αδωνισεδέκ βασιλεύς Ιερουσαλήμ προς Ελάμ βασιλέα Χεβρών και προς Περάμ βασιλέα Ιεριμούθ και προς Ιαφί βασιλέα Λαχίς και προς Δαάρ βασιλέα Οδολάμ λέγων δεύτε ανάβητε προς με και βοηθήσατέ μοι και εκπολεμήσωμεν την Γαβαων ηυτομόλησεν γαρ προς Ιησούν και προς τους υιούς Ισραήλ και συνήχθησαν και ανέβησαν οι πέντε βασιλείς των Αμορραίων βασιλεύς Ιερουσαλήμ και βασιλεύς Χεβρών και βασιλεύς Ιεριμούθ και βασιλεύς Λαχίς και βασιλεύς Οδολάμ αυτοί και πας ο λαός αυτών και περιεκάθισαν την Γαβαών και εξεπολιόρκουν αυτήν και απέστειλαν οι κατοικούντες Γαβαών προς Ιησούν εις την παρεμβολήν Ισραήλ εις Γάλγαλα λέγοντες μη εκλύσης τας χείράς σου από των παίδων σου ανάβηθι προς ημάς το τάχος και εξελού ημάς και βοήθησον ημίν ότι συνηγμένοι εισίν εφ΄ ημάς πάντες οι βασιλείς των Αμορραίων οι κατοικούντες την ορεινήν και ανέβη Ιησούς εκ Γαλγάλων αυτός και πας ο πολεμιστής μετ΄ αυτού πας δυνατός εν ισχύϊ και είπε κύριος προς Ιησούν μη φοβηθής αυτούς εις γαρ τας χείράς σου παραδέδωκα αυτούς ουχ υποστήσεται ουδείς εξ αυτών ενώπιον υμών

Joshua Defeats the Five Kings

και επει παρεγένετο επ΄ αυτούς Ιησούς άφνω όλην την νύκτα εισεπορεύθη εκ Γαλγάλων 10 και εξέστησεν αυτούς κύριος από προσώπου Ισραήλ και συνέτριψεν αυτούς κύριος σύντριψιν μεγάλην εν Γαβαών και κατεδίωξαν αυτούς οδόν αναβάσεως Βηθωρών και κατέκοπτον αυτούς έως Αζηκά και έως Μακηδά 11 εν δε τω φεύγειν αυτούς από προσώπου των υιών Ισραήλ επί της καταβάσεως Βηθωρών και κύριος επέρριψεν αυτοίς λίθους χαλάζης εκ του ουρανού έως Αζηκά και εγένοντο πλείους οι αποθανόντες διά τους λίθους της χαλάζης η ους απέκτειναν οι υιοί Ισραήλ μαχαίρα εν τω πολέμω

The Sun and Moon Stand over Gibeon

12 τότε ελάλησεν Ιησούς προς κύριον η ημέρα παρέδωκεν ο θεός τον Αμορραίον υποχείριον υιών Ισραήλ και είπεν ο Ιησούς ο ήλιος κατά Γαβαών στήτω και η σελήνη κατά φάραγγας Εαλών 13 και έστη ο ήλιος και η σελήνη εν στάσει έως ημύνατο ο θεός τους εχθρούς αυτών ουχί τούτο γεγραμμένον επί βιβλίου του ευθούς και έστη ο ήλιος κατά μέσον του ουρανού ου προεπορεύετο εις δυσμάς εις τέλος ημέρας μιάς 14 και ουκ εγένετο ημέρα τοιαύτη ουδέ το πρότερον ουδέ το έσχατον ώστε επακούσαι θεόν φωνής ανθρώπου ότι κύριος συνεπολέμησε τω Ισραήλ 15 και επέστρεψεν Ιησούς και πας Ισραήλ μετ΄ αυτού εις την παρεμβολήν εις Γάλγαλα 16 και έφυγον οι πέντε βασιλείς ούτοι και κατεκρύβησαν εις το σπήλαιον το εν Μακηδά 17 και απηγγέλη τω Ιησού λέγοντες εύρηνται οι πέντε βασιλείς κεκρυμμένοι εν τω σπηλαίω τω εν Μακηδά 18 και είπεν Ιησούς κυλίσετε λίθους μεγάλους επί το στόμα του σπηλαίου και καταστήσατε επ΄ αυτούς άνδρας του φυλάσσειν επ΄ αυτούς 19 υμείς δε μη στήκετε καταδιώκοντες οπίσω των εχθρών υμών και καταλάβετε την ουραγίαν αυτών και μη αφήτε αυτούς εισελθείν εις τας πόλεις αυτών παρέδωκε γαρ αυτούς κύριος ο θεός ημών εις τας χείρας ημών 20 και εγένετο ως κατέπαυσεν Ιησούς και οι υιός Ισραήλ κ΄οπτοντες αυτούς κοπήν μεγάλην σφόδρα έως εις τέλος και οι διασωζόμενοι διεσωθησαν απ΄ αυτών και εισήλθον εις τας πόλεις τας οχυράς 21 και απεστράφη πας ο λαός προς Ιησούν εις Μακηδά εις την παρεμβολήν υγιείς και ουκ έγρυξεν των υιών Ισραήλ ουδείς τη γλώσση αυτού 22 και είπεν Ιησούς ανοίξατε το σπήλαιον και εξαγάγετε προς με τους πέντε βασιλείς τούτους εκ του σπηλαίου 23 και εποίησαν ούτως και εξήγαγον προς αυτόν τους πέντε βασιλείς τούτοις εκ του σπηλαίου τον βασιλέα Ιερουσαλήμ και τον βασιλέα Χεβρών και τον βασιλέα Ιεριμούθ και τον βασιλέα Λαχίς και τον βασιλέα Οδολλάμ 24 και επεί εξήγαγον αυτούς προς Ιησούν και συνεκάλεσεν Ιησούς πάντα άνδρα Ισραήλ λέγων αυτοίς και τους εναρχομένους του πολέμου τους συμπορευομένους αυτώ λέγων αυτοίς προπορεύεσθε και επίθετε τους πόδας υμών επί τους τραχήλους αυτών και προσελθόντες επέθηκαν τους πόδας αυτών επί τους τραχήλους αυτών 25 και είπεν προς αυτούς Ιησούς μη φοβηθήτε αυτούς μηδέ δειλιάσητε ανδρίζεσθε και ισχύετε ότι ούτως ποιήσει κύριος πάσι τοις εχθροίς υμών ους υμείς καταπολεμείτε αυτούς 26 και απέκτεινεν αυτούς Ιησούς μετά τούτο και εθανάτωσεν αυτούς και επεκρέμασεν αυτούς επί πέντε ξύλων και ήσαν κρεμάμενοι επί των ξύλων έως εσπέρας 27 και εγενήθη προς δυσμάς ηλίου και ενετείλατο Ιησούς και καθείλοσαν αυτούς από των ξύλων και έρριψαν αυτούς εις το σπήλαιον εις ο κατεφύγοσαν εκεί και επεκύλισαν λίθους μεγάλους επί το σπήλαιον έως της ημέρας σήμερον 28 και την Μακηδά έλαβεν Ιησούς εν τη ημέρα εκείνη και εφονευσέν αυτήν εν στόματι ξίφους και τον βασιλέα και εξωλόθρευσαν αυτούς και παν έμπνεον ο ην εν αυτή και ου κατελείφθη εν αυτή ουδείς διασεσωσμένος και εποίησαν τω βασιλεί Μακηδά ον τρόπον εποίησαν τω βασιλεί Ιεριχώ

The Conquests of Joshua

29 και απήλθεν Ιησούς και πας Ισραήλ μετ΄ αυτού εκ Μακηδά εις Λεβνά και επολιόρκει επί Λεβνά 30 και παρέδωκεν κύριος και αυτήν εν χειρί Ισραήλ και έλαβον αυτήν και τον βασιλέα αυτής και εφόνευσαν αυτήν εν στόματι ξίφους και παν έμπνεον ο ην εν αυτή ου κατελείφθη εν αυτή ουδέ εις διασεσωσμένος και διαπεφευγώς και εποίησαν τω βασιλεί αυτής ον τρόπον εποίησαν τω βασιλεί Ιεριχώ 31 και απήλθεν Ιησούς και πας Ισραήλ μετ΄ αυτού εκ Λεβνά εις Λαχίς και περιεκάθισεν αυτήν και επολιόρκει αυτήν 32 και παρέδωκε κύριος την Λαχίς εις τας χείρας Ισραήλ και έλαβεν αυτήν τη δευτέρα ημέρα και εφόνευσεν αυτήν εν στόματι ξίφους και εξωλόθρευσεν αυτήν ον τρόπον εποίησε τη Λεβνά 33 τότε ανέβη Ελάμ βασιλεύς Γαζέρ βοηθήσαι τη Λαχίς και επάταξεν αυτόν Ιησούς εν στόματι ξίφους και τον λαόν αυτού έως του μη καταλειφθήναι αυτών σεσωσμένον και διαπεφευγότα 34 και απήλθεν Ιησούς και πας Ισραήλ μετ΄ αυτού εκ Λαχίς εις Εγλών και περιεκάθισεν αυτήν και εξεπολιόρκησεν αυτήν 35 και παρέδωκεν αυτήν κύριος εν χειρί Ισραήλ και έλαβεν αυτήν εν τη ημέρα εκείνη και εφόνευσεν αυτήν εν στόματι ξίφους και παν έμπνεον εν αυτή εν τη ημέρα εκείνη εφόνευσαν ον τρόπον εποίησαν τη Λαχίς 36 και απήλθεν Ιησούς και πας Ισραήλ μετ΄ αυτού από Εγλών εις Χεβρών και περιεκάθισαν αυτήν 37 και κατελάβοντο αυτήν και επάταξαν αυτήν εν στόματι ξίφους και τον βασιλέα αυτής και τας πάσας κώμας αυτής και πάντα τα εμπνέοντα όσα ην εν αυτή ουκ ην διασεσωσμένος ον τρόπον εποίησαν τη Εγλών και εξωλόθρευσαν αυτήν και παν έμπνεον όσα εν αυτή 38 και απέστρεψεν Ιησούς και πας Ισραήλ μετ΄ αυτού εις Δαβηρά και περικάθισαν αυτήν 39 και έλαβον αυτήν και τον βασιλέα αυτής και πάσας τας κώμας αυτής και επάταξαν αυτήν εν στόματι ξίφους και εξωλόθρευσαν αυτήν και παν έμπνεον εν αυτή και ου κατέλιπον ουδένα διασεσωσμένον ον τρόπον εποίησαν τη Χεβρών ούτως εποίησαν τη Δαβίρ και τω βασιλεί αυτής καθάπερ εποίησεν τη Λεβνά και τω βασιλεί αυτής 40 και επάταξεν Ιησούς την πάσαν γην της ορεινής και την Ναγέβ και την πεδινήν και την Ασιδώθ και τους πάντας βασιλείς αυτής ου κατέλιπον εν αυτή σεσωσμένον και παν έμπνεον ζωής εξωλόθρευσαν ον τρόπον ενετείλατο κύριος ο θεός Ισραήλ 41 και απέκτεινεν αυτούς Ιησούς από Κάδης Βαρνή έως Γάζης πάσαν την γην Γοσόν έως της Γαβαών 42 και πάντας τους βασιλείς τούτους και την γην αυτών έλαβεν Ιησούς εισάπαξ ότι κύριος ο θεός Ισραήλ συνεπολέμει τω Ισραήλ 43 και ανέστρεψεν Ιησούς εις Γάλγαλα
Copyright information for ABPGRK