Joshua 11

CHAPTER 11

Hazor Wages War against Israel

ως δε ήκουσεν Ιαβίν βασιλεύς Ασώρ απέστειλε προς Ιωβάβ βασιλέα Μαδώμ και προς βασιλέα Σομεών και προς βασιλέα Χασάφ και προς τους βασιλείς τους κατά Σιδώνα την μεγάλην εις την ορεινήν και εις την άραβα απέναντι Χενερέθ και το πεδίον και εις Ναφεθδώρ και εις τους παραλίους Χαναναίους απ΄ ανατολών και εις τους παραλίους Αμορραίους και τους Χετταίους και Φερεζαίους και Ιεβουσαίους τους εν τω όρει και τους Ευαίους υπό Αερμών εις γην Μασσηφά και εξήλθον αυτοί και οι βασιλείς αυτών μετ΄ αυτών λαός πολύς ώσπερ η άμμος η επί το χείλος της θαλάσσης τω πλήθει και ίπποι και άρματα πολλά σφόδρα και συνέβαλλον πάντες οι βασιλείς ούτοι και παρεγένοντο και παρενέβαλον επι το αυτό επί του ύδατος Μερώμ πολεμήσαι τω Ισραήλ και είπε κύριος προς Ιησούν μη φοβηθής από προσώπου αυτών ότι αύριον την ώραν ταύτην εγώ παραδίδωμι πάντας αυτούς τετροπωμένους εναντίον υιών Ισραήλ τους ίππους αυτών νευροκοπήσεις και τα άρματα αυτών κατακαύσεις πυρί και ήλθεν Ιησούς και πας ο λαός ο πολεμιστής μετ΄ αυτού επ΄ αυτούς επί το ύδωρ Μερώμ εξάπινα και επέπεσαν αυτοίς εν τη ορεινή και παρέδωκεν αυτούς κύριος υποχειρίους Ισραήλ και κόπτοντες αυτούς κατεδίωκον αυτούς έως Σιδώνος της μεγάλης και έως Μασρεφώθ μαϊν και έως των πεδίων Μασσηφά και ανατολάς και κατέκοψαν αυτούς έως του μη καταλειφθήναι αυτών διασεσωσμένον και εποίησεν αυτοίς ο Ιησούς καθότι ενετείλατο αυτώ κύριος τους ίππους αυτών ενευροκόπησε και τα άρματα αυτών ενέπρησεν εν πυρί 10 και απέστρεψεν Ιησούς εν τω καιρώ εκείνω και κατελάβετο την Ασώρ και τον βασιλέα αυτής απέκτεινεν εν ρομφαία ην δε Ασώρ το πρότερον άρχουσα πασών των βασιλειών τούτων 11 και απέκτεινε παν έμπνεον εν αυτή εν στόματι ξίφους και εξωλόθρευσεν πάντας και ου κατελείφθη εν αυτή έμπνεον και την Ασώρ ενέπρησαν εν πυρί 12 και πάσας τας πόλεις των βασιλειών τούτων και πάντας τους βασιλείς αυτών έλαβεν Ιησούς και ανείλεν αυτούς εν στόματι ξίφους και εξωλόθρευσεν αυτούς ον τρόπον συνέταξε Μωυσής ο παις κυρίου 13 αλλά πάσας τας πόλεις τας κεχωματισμένας αυτών ουκ ενέπρησεν Ισραήλ πλην την Ασώρ μόνην ενέπρησεν Ιησούς 14 και πάντα τα σκύλα αυτής και τα κτήνη επρονόμευσαν αυτοίς οι υιοί Ισραήλ αυτούς δε πάντας εξωλόθρευσαν εν στόματι ξίφους και απώλεσεν αυτούς ου κατέλιπον αυτών ουδέν έμπνεον 15 ον τρόπον συνέταξε κύριος τω Μωυσή τω παιδί αυτού ωσαύτως ενετείλατο Μωυσής τω Ιησού και ούτως εποίησεν Ιησούς ου παρέβη ουδέν από πάντων ων συνέταξεν αυτώ Μωυσής

Further Conquests of Joshua

16 και έλαβεν Ιησούς πάσαν την γην ταύτην την ορεινήν και την πάσαν γην Ναγέβ και πάσαν την γην Γοσόμ και την πεδινήν και την προς δυσμαίς και το όρος Ισραήλ και τα ταπεινά τα προς τω όρει 17 από όρους Ααλάκ και ο προσαναβαίνει εις Σειρά και έως Βααλγάδ και το πεδίον του Λιβάνου υπό το όρος το Αερμόν και πάντας τους βασιλείς αυτών έλαβε και ανείλεν αυτούς και απέκτεινεν αυτούς 18 και ημέρας πλείους εποίησεν Ιησούς προς πάντας τους βασιλείς τούτους τον πόλεμον 19 και ουκ ην πόλις ην ου παρέδωκε τοις υιοίς Ισραήλ πλην ο Ευαίος ο κατοικών εν Γαβαών πάντας έλαβεν εν πολέμω 20 ότι διά κυρίου εγένετο κατισχύσαι την καρδίαν αυτών συναντάν εις πόλεμον προς Ισραήλ ίνα εξολοθρευθώσιν όπως μη δοθή αυτοίς έλεος αλλ΄ ίνα εξολοθρευθώσιν ον τρόπον είπε κύριος προς Μωυσήν 21 και ήλθεν Ιησούς εν τω καιρώ εκείνω και εξωλόθρευσε τους Ενακίμ εκ της ορεινής εκ Χεβρών και εκ Δαβίρ και εξ Ανώβ και εκ παντός όρους Ιούδα και εκ παντός όρους Ισραήλ συν ταις πόλεσιν αυτών και εξωλόθρευσεν αυτούς Ιησούς 22 ου κατελείφθη των Ενακίμ από των υιών Ισραήλ αλλά πλην εν Γάζη και εν Γεθ και εν Ασεδώδ κατελείφθη 23 και έλαβεν Ιησούς πάσαν την γην καθότι ενετείλατο κύριος τω Μωυσή και έδωκεν αυτούς Ιησούς εν κληρονομία Ισραήλ εν μερισμώ αυτών κατά φυλάς αυτών και η γη κατέπαυσε πολεμουμένη
Copyright information for ABPGRK