Joshua 14

CHAPTER 14

The Land of Canaan Allotted to Israel

και ούτοι οι κατακληρονομήσαντες υιών Ισραήλ εν τη γη Χαναάν οις κατεκληρονόμησεν αυτοίς Ελεάζαρ ο ιερεύς και Ιησούς ο του Ναυή και οι άρχοντες πατριών φυλών των υιών Ισραήλ κατά κλήρους εκληρονόμησαν ον τρόπον ενετείλατο κύριος εν χειρί Μωυσή ταις εννέα φυλαίς και τω ημίσει φυλής έδωκεν γαρ Μωυσής κληρονομίαν ταις δύο φυλαίς και τη ημίσει φυλής από του πέραν του Ιορδάνου και τοις Λευίταις ουκ έδωκε κλήρον εν αυτοίς ότι ήσαν οι υιοί Ιωσήφ δύο φυλαί Μανασσή και Εφραϊμ και ουκ εδόθη μερίς τοις Λευίταις εν τη γη αλλ΄ η πόλεις κατοικείν και τα προάστεια αυτών τοις κτήνεσιν αυτών και τα κτήνη αυτών ον τρόπον ενετείλατο κύριος τω Μωυσή ούτως εποίησαν οι υιοί Ισραήλ και εμερίσαντο την γην και προσήλθοσαν υιοί Ιούδα προς Ιησούν εν Γαλγάλοις και είπε προς αυτόν Χαλέβ ο του Ιεφωνή ο Κενεζαίος συ επίστη το ρήμα ο ελάλησε κύριος προς Μωυσήν άνθρωπον του θεού περί εμού και σου εν Κάδης Βαρνή τεσσαράκοντα γαρ ετών ήμην ότε απέστειλέ με Μωυσής ο παις του θεού εκ Κάδης Βαρνή κατασκοπεύσαι την γην και απεκρίθην αυτώ λόγον κατά τον νουν αυτού οι δε αδελφοί μου οι αναβάντες μετ΄ εμού μετέστησαν την διάνοιαν του λαού εγώ δε προσετέθην επακολουθήσαι κυρίω τω θεώ μου και ώμοσε Μωυσής εν τη ημέρα εκείνη λέγων ότι η γη εφ΄ ην επέβης εν αυτή σοι έσται εν κλήρω και τοις τέκνοις σου εις τον αιώνα ότι προσετέθης επακολουθήσαι οπίσω κυρίου του θεού μου 10 και νυν διέθρεψέ με κύριος ον τρόπον είπε τούτο τεσσαρακοστόν και πέμπτον έτος αφ΄ ου ελάλησε κύριος το ρήμα τούτο προς Μωυσήν και επορεύθη Ισραήλ εν τη ερήμω και νυν ιδού εγώ ειμι σήμερον υιός ογδοήκοντα και πέντε ετών 11 έτι ειμί σήμερον ισχύων ωσεί ότε απέστειλέ με Μωυσής ωσαύτως ισχύω νυν εις τον πόλεμον εξελθείν και εισελθείν 12 και νυν αιτούμαί σε το όρος τούτο καθά είπε κύριος τη ημέρα εκείνη ότι συ ακήκοας το ρήμα τούτο εν τη ημέρα εκείνη νυν δε οι Ενακίμ εκεί εισί πόλεις μεγάλαι και οχυραί εάν ουν κύριος μετ΄ εμού η εξολοθρεύσω αυτούς ον τρόπον είπέ μοι κύριος 13 και ευλόγησεν αυτόν Ιησούς και έδωκε την Χεβρών τω Χαλέβ υιώ Ιεφωνή εν κλήρω 14 διά τούτο εγενήθη η Χεβρών τω Χαλέβ τω του Ιεφωνή του Κενεζαίου εν κλήρω έως της σήμερον ημέρας διά το αυτόν επακολουθήσαι τω προστάγματι κυρίου του θεού Ισραήλ 15 το δε όνομα της Χεβρών το πρότερον πόλις Αρβαί μητρόπολις των Ενακίμ αύτη και η γη εκόπασε του πολέμου
Copyright information for ABPGRK