Joshua 17

CHAPTER 17

The Borders of Manasseh

και εγένετο τα όρια φυλής Μανασσή ότι ούτος πρωτότοκος τω Ιωσήφ τω Μαχείρ πρωτοτόκω Μανασσή πατρί Γαλαάδ αυτός γαρ ανήρ πολεμιστής εν τη Γαλααδίτιδι και εν τη Βασανίτιδι και εγενήθη τοις υιοίς Μανασσή τοις λοιποίς κατά δήμους αυτών τοις υιοίς Αβιέζερ και τοις υιοίς Ελέκ και τοις υιοίς Εσριήλ και τοις υιοίς Συχέμ και τοις υιοίς Εφέρ και τοις υιοίς Σεμιδαέ ούτοι υιοί Μανασσή υιόυ Ιωσήφ οι άρσενες κατά δήμους αυτών και τω Σαλπαάδ υιώ Οφέρ υιόυ Γαλαάδ υιόυ Μαχείρ υιόυ Μανασσή ουκ ήσαν αυτώ υιοι αλλά θυγατέρες και ταύτα τα ονόματα των θυγατέρων Σαλπαάδ Μααλά και Νουά και Εγλά και Μελχά και Θερσά και έστησαν εναντίον Ελεάζαρ του ιερέως και εναντίον Ιησού υιόυ Ναυή και εναντίον των αρχόντων λέγουσαι ο θεός ενετείλατο διά χειρός Μωυσή δούναι ημίν κληρονομίαν εν μέσω των αδελφών ημών και εδόθη αυταίς κληρονομία διά προστάγματος κυρίου κλήρος εν μέσω των αδελφών αυτών του πατρός αυτών και έπεσεν ο σχοινισμός Μανασσή πεδίον Λαβέδ εκ της γης Γαλαάδ και της Βασάν η εστι πέραν του Ιορδάνου ότι θυγατέρες υιών Μανασσή εκληρονόμησαν κλήρον εν μέσω των αδελφών αυτών η δε γη Γαλαάδ εγενήθη τοις υιοίς Μανασσή τοις καταλελειμμένοις και εγενήθη όρια Μανασσή από Ασήρ Μαχθώθ η εστι κατά πρόσωπον Σιχέμ και πορεύεται επί τα όρια επί Ιαμίν και εις Ιασήβ και επί πηγήν Ναφθώθ επί των ορίων Μανασσή τοις υιοίς Εφραϊμ και καταβήσεται τα όρια επί φάραγγα επί λίβα κατά φάραγγα Ιαρϊρηλ τερέβινθος την Εφραϊμ αναμέσον πόλεως Μανασσή και όρια Μανασσή επί βορράν εις τον χειμάρρουν και έσται η διέξοδος αυτού θάλασσα 10 από λιβός τω Εφραϊμ και επί βορράν Μανασσή και έσται η θάλασσα όρια αυτοίς και επί Ασήρ συνάψουσιν επί βορράν και τω Ισσάχαρ από ανατολών 11 και έσται Μανασσή εν Ισσάχαρ και εν Ασήρ Βηθσάν και αι κώμαι αυτών και Ιαβλαάμ και αι θυγατέρες αυτής και επί τους κατοικούντας Δωρ και τας κώμας αυτής και επί τους κατοικούντας Ενδώρ και τας κώμας αυτής και επί τους κατοικούντας Θανάχ και τας κώμας αυτής και τους κατοικούντας Μαγγεδώ και τας κώμας αυτής και το τρίτον της Νοφέθ και τας κώμας αυτής 12 και ουκ εδυνήθησαν οι υιοί Μανασσή εξολοθρεύσαι τας πόλεις ταύτας και ήρξατο ο Χαναναίος κατοικείν εν τη γη ταύτη 13 και εγενήθη επεί κατίσχυσαν οι υιοί Ισραήλ και εποίησαν τους Χαναναίους υπηκόους και εξολοθρεύσει ουκ εξωλόθρευσαν αυτούς 14 αντείπαν δε οι υιοί Ιωσήφ τω Ιησού λέγοντες διατί εκληρονόμησας ημάς κλήρον ένα και σχοίνισμα εν εγώ δε λαός πολύς και ευλόγησέ με ο θεός 15 και είπεν αυτοίς Ιησούς ει λαός πολύς ει συ ανάβηθι εις τον δρυμόν και εκκάθαρον σεαυτώ εκεί εν τη γη του Φερεζαίου και του Ραφαϊμ ει στενοχωρίσαι το όρος το Εφραϊμ 16 και είπαν οι υιοί Ιωσήφ ουκ αρέσκει ημίν το όρος το Εφραϊμ και ίπποις επίλεκτος και σίδηρος παντί τω Χαναναίω τω κατοικούντι εν τη γη Εμέκ εν Βαιθασάν και εν ταις κώμαις αυτής και εν τη κοιλάδι Ιεσραέλ 17 και είπεν Ιησούς τοις υιοίς Ιωσήφ τω Εφραϊμ και τω Μανασσή λέγων ει λαός ει πολύς και ισχύν μεγάλην έχεις ουκ έσται σοι κλήρος εις 18 ο γαρ δρυμός έσται σοι ότι δρυμός εστιν και εκκαθαριείς αυτόν και έσται σοι η εξοδία αυτού όταν εξολοθρεύσης τον Χαναναίον ότι ίππος επίλεκτός εστι αυτώ ότι ισχυρός εστι συ γαρ υπερισχύεις αυτόν
Copyright information for ABPGRK