Joshua 22

CHAPTER 22

Joshua Charges Israel to Guard the Commandments

1τότε συνεκάλεσεν Ιησούς τους υιούς Ρουβήν και τους υιούς Γαδ και το ήμισυ φυλής Μανασσή 2και είπεν αυτοίς υμείς ακηκόατε σύμπαντα όσα ενετείλατο υμίν Μωυσής ο παις κυρίου και επηκούσατε της φωνής μου κατά πάντα όσα ενετειλάμην υμίν 3και ουκ εγκαταλελοίπατε τους αδελφούς υμών ταύτας τας ημέρας και πλείους έως ημέρας της σήμερον εφυλάξασθε την εντολήν κυρίου του θεού ημών 4νυν δε κατέπαυσε κύριος ο θεός ημών τους αδελφούς ημών ον τρόπον είπεν αυτοίς νυν ουν αποστραφέντες απέλθετε εις τους οίκους υμών και εις την γην της κατασχέσεως υμών ην έδωκεν υμίν Μωυσής δούλος κυρίου εν τω πέραν του Ιορδάνου 5αλλά φυλάξασθε σφόδρα ποιείν τας εντολάς και τον νόμον ον ενετείλατο υμίν Μωυσής ο παις κυρίου αγαπάν κύριον τον θεόν υμών και πορεύεσθαι εν πάσαις ταις οδοίς αυτού φυλάξασθαι τας εντολάς αυτού και προσκείσθαι αυτώ και λατρεύειν αυτώ εξ όλης της διανοίας υμών και εξ όλης της ψυχής υμών 6και ευλόγησεν αυτούς Ιησούς και εξαπέστειλεν αυτούς και επορεύθησαν εις τους οίκους αυτών 7και τοις ημίσεσι φυλής έδωκε Μωυσής εν τη Βασανίτιδι και τοις ημίσεσιν έδωκεν Ιησούς μετά των αδελφών αυτών εν τω πέραν του Ιορδάνου παρά θάλασσαν και ηνίκα εξαπέστειλεν αυτούς Ιησούς εις τους οίκους αυτών και ευλόγησεν αυτούς λέγων 8εν χρήμασι πολλοίς απήλθοσαν εις τους οίκους αυτών και κτήνη πολλά σφόδρα και αργύριον και χρυσίον και χαλκόν και σίδηρον και ιματισμόν πολύν σφόδρα διείλαντο την προνομήν των εχθρών αυτών μετά των αδελφών αυτών 9και απέστρεψαν και επορεύθησαν οι υιοί Ρουβήν και οι υιοί Γαδ και το ήμισυ φυλής Μανασσή από των υιών Ισραήλ εκ Συλώ εν γη Χαναάν απελθείν εις την γην Γαλαάδ εις γην κατασχέσεως αυτών ην εκληρονόμησαν αυτήν διά προστάγματος κυρίου εν χειρί Μωυσή

The Shrine at Gilead

10και ήλθοσαν εις Γαληλώθ του Ιορδάνου η εστιν εν γη Χαναάν και ωκοδόμησαν οι υιοί Ρουβήν και οι υιοί Γαδ και το ήμισυ φυλής Μανασσή εκεί βωμόν επί του Ιορδάνου βωμόν μέγαν του ιδείν 11και ήκουσαν οι υιοί Ισραήλ λεγόντων ιδού ωκοδόμησαν οι υιοί Ρουβήν και οι υιοί Γαδ και το ήμισυ φυλής Μανασσή βωμόν εφ΄ όριον γης Χαναάν επί του Γαλαάδ του Ιορδάνου εν τω πέραν υιών Ισραήλ 12και ήκουσαν οι υιοί Ισραήλ και συνηθροίσθησαν πάντες οι υιοί Ισραήλ εις Συλώ ώστε αναβάντες αυτούς εκπολεμήσαι 13και απέστειλαν οι υιοί Ισραήλ προς τους υιούς Ρουβήν και προς τους υιούς Γαδ και προς το ήμισυ φυλής Μανασσή εις την γην Γαλαάδ τον τε Φινεές υιόν Ελεάζαρ υιόυ Ααρών του ιερέως 14και δέκα των αρχόντων των μετ΄ αυτού άρχων εις από οίκου πατριάς από πασών των φυλών Ισραήλ άνδρες άρχοντες οίκων πατριών εισί χιλίαρχοι Ισραήλ 15και παρεγένοντο προς τους υιούς Ρουβήν και προς τους υιούς Γαδ και προς τους ημίσεις φυλής Μανασσή εις γην Γαλαάδ και ελάλησαν προς αυτούς λέγοντες 16τάδε λέγει πάσα η συναγωγή κυρίου τις η πλημμέλεια αύτη ην επλημμελήσατε έναντι του θεού Ισραήλ αποστραφήναι σήμερον από όπισθεν κυρίου οικοδομήσαντες εαυτοίς βωμόν αποστάτας γενέσθαι υμάς σήμερον από κυρίου 17μη μικρόν υμίν το αμάρτημα Φογώρ ότι ουκ εκαθαρίσθημεν απ΄ αυτού έως της ημέρας ταύτης και εγενήθη η πληγή εν τη συναγωγή κυρίου 18και υμείς απεστράφητε σήμερον από κυρίου και αύριον επί πάντα Ισραήλ έσται οργή 19και νυν ει μικρά η γη της κατασχέσεως υμών διαβήτε εις την γην της κατασχέσεως κυρίου όπου κατασκηνοί εκεί η σκηνή κυρίου και κατακληρονομήσατε εν ημίν και από κυρίου μη αποστάται γενήθητε και από ημών μη αποστήτε διά το οικοδομήσαι υμάς βωμόν έξω του θυσιαστηρίου κυρίου του θεού ημών 20ουκ ιδού Άχαρ ο του Ζαρά πλημμέλειαν επλημμέλησεν από του αναθέματος και επί πάσαν την συναγωγήν εγενήθη οργή και ούτος εις μόνος μη ούτος μόνος απέθανεν εν τη αμαρτία αυτού 21και απεκρίθησαν οι υιοί Ρουβήν και οι υιοί Γαδ και το ήμισυ φυλής Μανασσή και ελάλησαν τοις χιλιάρχοις Ισραήλ λέγοντες 22ο θεός ο θεός κύριός εστι και ο θεός ο θεός κύριος αυτός οίδε και Ισραήλ αυτός γνώσεται ει εν αποστασία επλημμελήσαμεν έναντι κυρίου μη ρύσαιτο ημάς εν τη ημέρα ταύτη 23και ει ωκοδομήσαμεν εαυτοίς βωμόν ώστε αποστήναι από κυρίου η ώστε αναβιβάσαι επ΄ αυτού θυσίαν ολοκαυτωμάτων η ώστε ποιήσαι επ΄ αυτού θυσίαν σωτηρίου κύριος αυτός εκζητήσει 24αλλ΄ ένεκεν ευλαβείας ρήματος εποιήσαμεν τούτο λέγοντες ίνα μη αύριον είπωσιν τα τέκνα υμών τοις τέκνοις ημών λέγοντες τι υμίν και κυρίω τω θεώ Ισραήλ 25και όρια έθηκε κύριος αναμέσον ημών και υμών οι υιοί Ρουβήν και οι υιοί Γαδ τον Ιορδάνην και ουκ έστιν υμίν μερίς κυρίου και απαλλοτριώσουσιν οι υιοί υμών τους υιούς ημών ίνα μη σέβωνται κύριον 26και είπαμεν ποιήσαι ούτως του οικοδομήσαι τον βωμόν τούτον ουχ ένεκεν καρπωμάτων ουδ΄ ένεκεν θυσιών 27αλλ΄ ίνα η μαρτύριον τούτο αναμέσον ημών και αναμέσον υμών και αναμέσον των γενεών ημών μεθ΄ ημάς του λατρεύειν την λατρείαν κυρίου εναντίον αυτού εν τοις καρπώμασιν ημών και εν ταις θυσίαις ημών και εν ταις θυσίαις των σωτηρίων ημών και ουκ ερούσι τα τέκνα υμών αύριον τοις τέκνοις ημών ουκ έστιν υμίν μερίς κυρίου 28και είπαμεν εάν γένηταί ποτε και λαλήσουσι προς ημάς η ταις γενεαίς ημών αύριον και ερούμεν ίδετε ομοίωμα του θυσιαστηρίου κυρίου ο εποίησαν οι πατέρες ημών ουχ ένεκεν καρπωμάτων ουδ΄ ένεκεν θυσιών αλλά μαρτύριόν εστιν αναμέσον υμών και αναμέσον ημών και αναμέσον των υιών ημών 29μη γένοιτο ουν ημάς αποστήναι από κυρίου ώστε αποστραφήναι εν ταις σήμερον ημέραις από κυρίου ώστε οικοδομήσαι ημάς θυσιαστήριον τοις καρπώμασι και ταις θυσίαις και τη θυσία του σωτηρίου πλην του θυσιαστηρίου κυρίου του θεού ημών ο εστιν εναντίον της σκηνής αυτού 30και ήκουσεν Φινεές ο ιερεύς και πάντες οι άρχοντες της συναγωγής και οι χιλίαρχοι Ισραήλ οι ήσαν μετ΄ αυτού τους λόγους ους ελάλησαν οι υιοί Ρουβήν και οι υιοί Γαδ και οι υιοί Μανασσή και ήρεσεν αυτοίς 31και είπε Φινεές υιός Ελεάζαρ ο ιερεύς τοις υιοίς Ρουβήν και τοις υιοίς Γαδ και τοις υιοίς Μανασσή σήμερον εγνώκαμεν ότι μεθ΄ ημών κύριος διότι ουκ επλημμελήσατε εναντίον κυρίου πλημμέλειαν ταύτην και ότι ερρύσασθε τους υιούς Ισραήλ εκ χειρός κυρίου 32και απέστρεψε Φινεές υιός Ελεάζαρ ο ιερεύς και οι άρχοντες από των υιών Ρουβήν και από των υιών Γαδ εκ της Γαλαάδ εις γην Χαναάν προς τους υιούς Ισραήλ και απεκρίθησαν αυτοίς τους λόγους 33και ήρεσεν ο λόγος τοις υιοίς Ισραήλ και ευλόγησαν τον θεόν υιών Ισραήλ και ουκ έτι είπαν αναβήναι προς αυτούς εις πόλεμον εξολοθρεύσαι την γην των υιών Ρουβήν και των υιών Γαδ ην κατώκησαν επ΄ αυτής 34και επωνόμασεν τω Ρουβήν και τω Γαδ τον βωμόν και είπαν ότι μαρτύριόν εστιν αναμέσον αυτών ότι κύριος αυτός θεός αυτών εστί
Copyright information for ABPGRK