Joshua 24

CHAPTER 24

The History of Israel's Sojourn

και συνήγαγεν Ιησούς πάσας τας φυλάς Ισραήλ εις Συχέμ και συνεκάλεσε τους πρεσβυτέρους Ισραήλ και τους άρχοντας αυτών και τους δικαστάς αυτών και τους γραμματείς αυτών και έστησαν απέναντι του θεού και είπεν Ιησούς προς πάντα τον λαόν τάδε λέγει κύριος ο θεός Ισραήλ πέραν του ποταμού κατώκησαν οι πατέρες υμών το απ΄ αρχής Θάρα ο πατήρ Αβραάμ και ο πατήρ Ναχώρ και ελάτρευσαν θεοίς ετέροις και έλαβον τον πατέρα υμών τον Αβραάμ εκ του πέραν του ποταμού και ωδήγησα αυτόν εν πάση τη γη Χαναάν και επλήθυνα το σπέρμα αυτού και έδωκα αυτώ τον Ισαάκ και έδωκα τω Ισαάκ τον Ιακώβ και τον Ησαύ και έδωκα τω Ησαύ το όρος το Σειρ κληρονομίαν αυτώ και Ιακώβ και οι υιοί αυτού κατέβησαν εις Αίγυπτον και απέστειλα Μωυσήν και Ααρών και επάταξεν την Αίγυπτον εν οις εποίησεν εν αυτοίς και μετά ταύτα εξήγαγε υμάς και εξήγαγεν τους πατέρας υμών εξ Αιγύπτου και εισήλθετε εις την θάλασσαν και κατεδίωξαν οι Αιγύπτιοι οπίσω των πατέρων υμών εν άρμασι και εν ίπποις εις την θάλασσαν την ερυθράν και εβοήσαμεν προς κύριον και έδωκε νεφέλην και γνόφον αναμέσον υμών και αναμέσον των Αιγυπτίων και επήγαγεν επ΄ αυτούς την θάλασσαν και εκάλυψεν αυτούς και είδοσαν οι οφθαλμοί υμών όσα εποίησε κύριος εν γη Αιγύπτω και ήτε εν τη ερήμω ημέρας πλείους και ήγαγεν υμάς εις γην Αμορραίων των κατοικούντων πέραν του Ιορδάνου και παρετάξαντο υμίν και παρέδωκεν αυτούς κύριος εις τας χείρας υμών και κατεκληρονομήσατε την γη αυτών και εξωλοθρεύσατε αυτούς από προσώπου υμών και ανέστη Βαλάκ ο του Σεπφώρ βασιλεύς Μωάβ και παρετάξατο τω Ισραήλ και αποστείλας εκάλεσε τον Βαλαάμ υιόν Βεώρ αράσασθαι υμίν 10 και ουκ ηθέλησε κύριος ο θεός σου απολέσαι σε και ευλογίαις ευλόγησεν υμάς και εξείλατο υμάς εκ χειρών αυτών 11 και διέβητε τον Ιορδάνην και παρεγενήθητε εις Ιεριχώ και επολέμησαν προς υμάς οι κατοικούντες Ιεριχώ ο Αμορραίος και ο Φερεζαίος και ο Χαναναίος και ο Χετταίος και ο Γεργεσαίος και ο Ευαίος και ο Ιεβουσαίος και παρέδωκεν αυτούς εις τας χείρας υμών 12 και εξαπέστειλεν προτέραν υμών την σφηκίαν και εξέβαλεν αυτούς από προσώπου υμών δύο βασιλείς των Αμορραίων ουκ εν τη ρομφαία σου ουδέ εν τω τόξω σου 13 και έδωκεν υμίν γην εφ΄ ην ουκ εκοπιάσατε επ΄ αυτήν και πόλεις ας ουκ ωκοδομήσατε και κατωκίσθητε επ΄ αυταίς και αμπελώνας και ελαιώνας ους ου κατεφυτεύσατε υμείς έδεσθε

Choose Whom You Will Serve

14 και νυν φοβήθητε τον κύριον και λατρεύσατε αυτώ εν ευθύτητι και εν δικαιοσύνη και περιέλεσθε τους θεούς τους αλλοτρίους οις ελάτρευσαν οι πατέρες υμών εν τω πέραν του ποταμού και εν Αιγύπτω και λατρεύσατε τω κυρίω 15 ει δε μη αρέσκει υμίν λατρεύειν τω κυρίω εκλέξασθε υμίν αυτοίς σήμερον τίνι λατρεύσητε ειτε τοις θεοίς των πατέρων υμών τοις εν τω πέραν του ποταμού είτε τοις θεοίς των Αμορραίων εν οις υμείς κατοικείτε επί της γης αυτών εγώ δε και ο οίκός μου λατρεύσομεν τω κυρίω 16 και αποκριθείς ο λαός είπε μη γένοιτο ημίν καταλιπείν τον κύριον ώστε λατρεύειν θεοίς ετέροις 17 κύριος ο θεός ημών αυτός ανήγαγεν ημάς και τους πατέρας ημών εξ γης Αιγύπτου εξ οίκου δουλείας και όσα εποίησεν ημίν τα σημεία τα μεγάλα ταύτα και διεφύλαξεν ημάς εν πάση τη οδώ η επορεύθημεν εν αυτή και εν πάσι τοις έθνεσιν ους παρήλθομεν δι΄ αυτών 18 και εξέβαλε κύριος σύμπαντα τα έθνη και τον Αμορραίον τον κατοικούντα την γην από προσώπου ημών αλλά και ημείς λατρεύσομεν τω κυρίω ούτος γαρ εστιν ο θεός ημών 19 και είπεν ο Ιησούς προς πάντα τον λαόν ου μη δύνησθε λατρεύειν τω κυρίω ότι άγιός εστι και θεός ζηλωτής εστιν ούτος ουκ ανήσει τα ανομήματα υμών και τα αμαρτήματα υμών 20 ηνίκα αν εγκαταλίπητε κύριον και λατρεύσητε θεοίς αλλοτρίοις και επελθών κακώσει υμάς και εξαναλώσει υμάς ανθ΄ ων ευ εποίησεν υμίν 21 και είπεν ο λαός προς Ιησούν ουχί αλλά κυρίω λατρεύσομεν 22 και είπεν Ιησούς προς τον λαόν μάρτυρες υμείς καθ΄ υμών ότι εξελέξασθε υμείς εαυτοίς τον κύριον λατρεύειν αυτώ και είπαν μάρτυρες 23 και νυν περιέλεσθε τους θεούς τους αλλοτρίους τους εν υμίν και ευθύνατε την καρδίαν προς κύριον θεόν Ισραήλ 24 και είπεν ο λαός προς Ιησούν κυρίω τω θεώ ημών λατρεύσομεν και της φωνής αυτού ακουσόμεθα

Joshua Ordains a Covenant with Israel

25 και διέθετο Ιησούς διαθήκην προς τον λαόν εν τη ημέρα εκείνη και έδωκεν αυτώ νόμον και κρίσιν εν Συχέμ 26 και έγραψεν Ιησούς τα ρήματα ταύτα εις βιβλίον νόμον του θεού και έλαβεν λίθον μέγαν και έστησεν αυτόν Ιησούς εκεί υπό την τερέβινθον την απέναντι κυρίου 27 και είπεν Ιησούς προς πάντα τον λαόν ιδού ο λίθος ούτος έσται υμίν εις μαρτύριον ότι αυτός ακήκοε πάντα τα λεχθέντα υπό κυρίου όσα ελάλησεν προς υμάς σήμερον και ούτος έσται εν υμίν εις μαρτύριον επ΄ εσχάτων των ημερών ηνίκα αν ψεύσησθε κυρίω τω θεώ υμών 28 και απέστειλεν Ιησούς τον λαόν έκαστος εις τον τόπον αυτού

Joshua Dies

29 και εγένετο μετ΄ εκείνα απέθανεν Ιησούς υιός Ναυή δούλος κυρίου ος εκατόν δέκα ετών 30 και έθαψαν αυτόν προς τοις ορίοις του κληρονομίας αυτού εν Θαμνασαράχ εν τω όρει τω Εφραϊμ από βορρά του όρους Γαάς 31 και ελάτρευσεν Ισραήλ τω κυρίω πάσας τας ημέρας Ιησού και πάσας τας ημέρας των πρεσβυτέρων όσοι εφείλκυσαν τον χρόνον μετά Ιησού και όσοι είδοσαν σύμπαντα τα έργα κυρίου όσα εποίησε τω Ισραήλ 32 και τα οστά Ιωσήφ ανήγαγον οι υιοί Ισραήλ εξ Αιγύπτου και κατώρυξαν εν Σικίμοις εν τη μερίδι του αγρού ου εκτήσατο Ιακώβ παρά των Αμορραίων των κατοικούντων εν Σικίμοις εκατόν αμνάδων και έδωκεν αυτήν τω Ιωσήφ εν μερίδι 33 και Ελεάζαρ ο υιός Ααρών ο αρχιερεύς ετελεύτησε και ετάφη εν Γαβαάθ Φινεές του υιού αυτού ην έδωκεν αυτώ εν τω όρει Εφραϊμ
Copyright information for ABPGRK