Joshua 3

CHAPTER 3

Israel Crosses the Jordan

1και ώρθρισεν Ιησούς τοπρωϊ και απήραν εκ Σαττίν και ήλθον έως του Ιορδάνου αυτός και πάντες οι υιοί Ισραήλ και κατέλυσαν εκεί προ του διαβήναι 2και εγενήθη μετά τρεις ημέρας διήλθον οι γραμματείς δια της παρεμβολής 3και ενετείλαντο τω λαώ λέγοντες όταν ίδητε την κιβωτόν της διαθήκης κυρίου του θεού ημών και τους ιερείς και τους Λευίτας αίροντας αυτήν και υμείς απαρείτε από τον τόπον υμών και πορεύεσθε οπίσω αυτής 4αλλά μακράν έστω αναμέσον υμών και εκείνης όσον δισχιλίους πήχεις στήσεσθε μη προσεγγίσητε αυτή ίνα επίστησθε την οδόν ην πορεύεσθε εν αυτή ου γαρ πεπόρευσθε την οδόν απ΄ εχθές και τρίτης ημέρας 5και είπεν Ιησούς τω λαώ αγιάσασθε εις την αύριον ότι αύριον ποιήσει κύριος εν υμίν θαυμάσια 6και είπεν Ιησούς τοις ιερεύσι λέγων άρατε την κιβωτόν της διαθήκης κυρίου και προπορεύεσθε έμπροσθεν του λαού και ήραν οι ιερείς την κιβωτόν της διαθήκης κυρίου και επορεύοντο έμπροσθεν του λαού 7και είπε κύριος προς Ιησούν εν τη ημέρα ταύτη άρχομαι του υψώσαί σε κατενώπιον πάντων υιών Ισραήλ ίνα γνώσιν καθότι ήμην μετά Μωυσή ούτως έσομαι και μετά σου 8και νυν έντειλαι τοις ιερεύσι τοις αίρουσι την κιβωτόν της διαθήκης λέγων ως αν εισέλθητε επί μέρους του ύδατος του Ιορδάνου και εν τω Ιορδάνη στήσεσθε 9και είπεν Ιησούς τοις υιοίς Ισραήλ προσαγάγετε ώδε και ακούσατε το ρήμα κυρίου του θεού υμών 10και είπεν Ιησούς εν τούτω γνώσεσθε ότι θεός ζών εν υμίν και ολοθρεύων ολοθρεύσει από προσώπου ημών τον Χαναναίον και τον Χετταίον και τον Ευαίον και τον Φερεζαίον και τον Αμορραίον και τον Γεργεσαίον και τον Ιεβουσαίον 11ιδού η κιβωτός διαθήκης κυρίου πάσης της γης διαβαίνει έμπροσθεν υμών τον Ιορδάνην 12και νυν προχειρίσασθε υμίν δώδεκα άνδρας από των υιών Ισραήλ ένα αφ΄ εκάστης φυλής 13και έσται ως αν καταπαύσωσιν οι πόδες των ιερέων των αιρόντων την κιβωτόν της διαθήκης κυρίου πάσης της γης εν τω ύδατι του Ιορδάνου το ύδωρ του Ιορδάνου εκλείψει το δε ύδωρ το καταβαίνον στήσεται άνωθεν ως σωρός 14και εγένετο ως απήρεν ο λαός εκ των σκηνωμάτων αυτών διαβήναι τον Ιορδάνην οι δε ιερείς ήραν την κιβωτόν της διαθήκης κυρίου πρότεροι του λαού 15ως δε εισεπορεύοντο οι ιερείς οι αίροντες την κιβωτόν της διαθήκης επί τον Ιορδάνην και οι πόδες των ιερέων των αιρόντων την κιβωτόν εβάφησαν εις μέρος του ύδατος του Ιορδάνου ο δε Ιορδάνης επληρούτο καθ΄ όλην την κρηπίδα αυτού ως εν ημέραις θερισμού 16και έστησαν τα ύδατα τα καταβαίνοντα άνωθεν έστη πήγμα εν αφεστηκός μακράν σφόδρα σφοδρώς απο Αδαμί της πόλεως έως μέρους Καριαθιαρίμ το δε καταβαίνον κατέβη εις την θάλασσαν Αραβά θάλασσαν των αλών έως εις το τέλος εξέλιπε και ο λαός ειστήκει απέναντι Ιεριχώ 17και έστησαν οι ιερείς οι αίροντες την κιβωτόν της διαθήκης κυρίου επί ξηράς εν μέσω του Ιορδάνου ετοίμως και πάντες οι υιοί Ισραήλ δίεβησαν διά ξηράς έως ου συνετέλεσε πας ο λαός διαβαίνων τον Ιορδάνην
Copyright information for ABPGRK