Joshua 4

CHAPTER 4

Twelve Memorial Stones

και επεί συνετέλεσε πας ο λαός διαβαίνων τον Ιορδάνην και είπε κύριος προς Ιησούν λέγων παραλαβών δώδεκα άνδρας από του λαού άνδρα ένα αφ΄ εκάστης φυλής σύνταξον αυτοίς λέγων ανέλεσθε αυτοίς εντεύθεν εκ μέσου του Ιορδάνου από στάσεως ποδών των ιερέων ετοίμους δώδεκα λίθους και τούτους διακομίσαντες άμα υμίν αυτοίς θέτε αυτούς εν τη στρατοπεδεία υμών ου εάν παρεμβάλητε εκεί την νύκτα και ανακαλεσάμενος Ιησούς δώδεκα άνδρας των ενδόξων από των υιών Ισραήλ άνδρα ένα αφ΄ εκάστης φυλής είπεν αυτοίς Ιησούς προσαγάγετε προ προσώπου κυρίου του θεού υμών εις μέσον του Ιορδάνου και ανελόμενος αράτω εκείθεν έκαστος λίθον ένα επί των ώμων αυτού κατά τον αριθμόν των φυλών του Ισραήλ ίνα υπάρχωσιν υμίν ούτοι εις σημείον κείμενοι διαπαντός ίνα όταν ερωτά σε ο υιός σου αύριον λέγων τι εισίν οι λίθοι ούτοι υμίν και συ δηλώσεις τω υιώ σου λέγων ότι εξέλιπεν ο Ιορδάνης ποταμός από προσώπου κιβωτού της διαθήκης κυρίου πάσης της γης ως διέβαινεν αυτόν τον Ιορδάνην και εξέλιπεν το ύδωρ του Ιορδάνου και έσονται οι λίθοι ούτοι υμίν μνημόσυνον τοις υιοίς Ισραήλ έως του αιώνος και εποίησαν ούτως οι υιοί Ισραήλ καθότι ενετείλατο κύριος τω Ιησού και λαβόντες δώδεκα λίθους εκ μέσου του Ιορδάνου καθάπερ συνέταξε κύριος τω Ιησού εν τη συντελεία της διαβάσεως των υιών Ισραήλ και διεκόμισαν άμα εαυτοίς εις την παρεμβολήν και απέθηκαν αυτούς εκεί έστησε δε Ιησούς και άλλους δώδεκα λίθους εν αυτώ τω Ιορδάνη εν τω γενομένω τόπω υπό τους πόδας των ιερέων των αιρόντων την κιβωτόν της διαθήκης κυρίου και εισίν εκεί έως της σήμερον ημέρας 10 ειστήκεισαν δε οι ιερείς οι αίροντες την κιβωτόν της διαθήκης εν μέσω τω Ιορδάνη έως ου συνετέλεσεν πάντα τα ρήματα α ενετείλατο κύριος τω Ιησού αναγγείλαι τω λαώ κατά πάντα όσα ενετείλατο Μωυσής τω Ιησού και έσπευσεν ο λαός και διέβησαν 11 και εγένετο ως συνετέλεσε πας ο λαός διαβήναι και διέβη η κιβωτός της διαθήκης κυρίου και οι ιερείς πρότεροι αυτών 12 και διέβησαν οι υιοί Ρουβήν και οι υιοί Γαδ και οι ημίσεις φυλής Μανασσή διεσκευασμένοι έμπροσθεν των υιών Ισραήλ καθάπερ ενετείλατο Μωυσής αυτοίς 13 τετρακισμύριοι εύζωνοι εις μάχην διέβησαν έναντι κυρίου εις πόλεμον προς την Ιεριχώ πόλιν 14 εν εκείνη τη ημέρα ηύξησε κύριος τον Ιησούν εναντίον παντός Ισραήλ και εφοβούντο αυτόν ώσπερ εφοβούντο τον Μωυσήν όσον χρόνον έζη 15 και είπε κύριος τω Ιησού λέγων 16 έντειλαι τοις ιερεύσι τοις αίρουσι την κιβωτόν της διαθήκης του μαρτυρίου εκβήναι εκ του Ιορδάνου 17 και ενετείλατο Ιησούς τοις ιερεύσι λέγων έκβητε εκ του Ιορδάνου 18 και εγένετο ως εξέβησαν οι ιερείς οι αίροντες την κιβωτόν της διαθήκης κυρίου εκ μέσου του Ιορδάνου και έθηκαν τους πόδας οι ιερείς επί της ξηράς και ώρμησε το ύδωρ του Ιορδάνου κατά χώραν και επορεύετο καθά και εχθές και τρίτην ημέραν δι΄ όλης της κρηπίδος αυτού 19 και ο λαός ανέβη εκ του Ιορδάνου δεκάτη του μηνός του πρώτου και κατεστρατοπέδευσαν οι υιοί Ισραήλ εν Γαλγάλοις κατά μέρος το προς ηλίου ανατολών από της Ιεριχώ 20 και τους δώδεκα λίθους τούτους ους έλαβεν εκ του Ιορδάνου έστησεν Ιησούς εν Γαλγάλοις 21 και είπεν προς τους υιούς Ισραήλ λέγων όταν ερωτώσιν οι υιοί υμών αύριον υμάς λέγοντες τι εισίν οι λίθοι ούτοι 22 αναγγελείτε τοις υιοίς υμών λέγοντες ότι επί ξηράς διέβη Ισραήλ τον Ιορδάνην τούτον 23 αποξηράναντος κυρίου του θεού ημών το ύδωρ του Ιορδάνου εκ του έμπροσθεν αυτών μέχρι ου διέβησαν καθάπερ εποίησε κύριος ο θεός ημών την θάλασσαν την ερυθράν ην απεξήρανε κύριος ο θεός έμπροσθεν ημών έως παρήλθομεν 24 όπως γνώσι πάντα τα έθνη της γης ότι η δύναμις του κυρίου ισχυρά εστι και ίνα υμείς σέβησθε κύριον τον θεόν ημών εν παντί χρόνω
Copyright information for ABPGRK