Joshua 5

CHAPTER 5

Israel Circumcised at Gilgal

1και εγένετο ως ήκουσαν πάντας οι βασιλείς των Αμορραίων οι ήσαν πέραν του Ιορδάνου παρά την θάλασσαν και πάντες οι βασιλείς της Φοινίκης οι παρά την θάλασσαν ότι απεξήρανε κύριος ο θεός τον Ιορδάνην ποταμόν εκ των έμπροσθεν των υιών Ισραήλ εν τω διαβήναι αυτούς και ετάκησαν αι δίανοιαι αυτών και κατεπλάγησαν και ουκ ην εν αυτοίς φρόνησις ουδεμία από προσώπου των υιών Ισραήλ 2υπό δε τούτον τον καιρόν είπε κύριος τω Ιησού ποίησον σεαυτώ μαχαίρας πετρίνας και καθίσας περίτεμε τους υιούς Ισραήλ εκ δευτέρου 3και εποίησεν εαυτώ Ιησούς μαχαίρας πετρίνας και περιέτεμε τους υιούς Ισραήλ επί του καλουμένου τόπου βουνός ακροβυστιών 4και ούτος ο λόγος ον περιέτεμεν ο Ιησούς πας ο λαός οι εκπορευόμενοι εξ Αιγύπτου το αρσενικόν πάντες άνδρες πολέμου οι απέθανον εν τη ερήμω εν τη οδώ εξελθόντων αυτών εκ γης Αιγύπτου 5ότι περιτετμημένοι ήσαν πας ο λαός ο εξελθών και πας ο λαός οι γεννηθέντες εν τη ερήμω εν τη οδώ εξελθόντων αυτών εκ γης Αιγύπτου ου περιετμήθησαν τεσσαράκοντα γαρ έτη ανέστραπτεν Ισραήλ εν τη ερήμω 6διό απερίτμητοι ήσαν οι πλείστοι αυτών των μαχίμων των εξεληλυθότων εκ γης Αιγύπτου οι απειθήσαντες των εντολών κυρίου του θεού οις και διώρισε κύριος αυτοίς μη ιδείν αυτούς την γην ην ώμοσε κύριος τοις πατράσιν ημών δούναι ημίν γην ρέουσαν γάλα και μέλι 7τους υιούς αυτών αντικατέστησεν αντί τούτων ους περιέτεμεν Ιησούς ότι ακρόβυστοι ήσαν διά το αυτούς γεγεννήσθαι κατά την οδόν απεριτμήτους 8περιτμηθέντες δε παν το έθνος ησυχίαν είχον αυτόθι καθημένοι εν τη παρεμβολή έως υγιάσθησαν 9και είπε κύριος τω Ιησού εν τη σήμερον ημέρα αφείλον τον ονειδισμόν Αιγύπτου αφ΄ υμών και εκάλεσε το όνομα του τόπου εκείνου Γάλγαλα έως της ημέρας ταύτης 10και παρενέβαλον οι υιοί Ισραήλ εν Γαλγάλοις και εποίησαν το πάσχα τη τεσσαρεσκαιδεκάτη ημέρα του μηνός αφ΄ εσπέρας επί δυσμών Ιεριχώ εν τω πεδίω 11και έφαγον από του σίτου της γης τη επαύριον του πάσχα άζυμα και νέα

The Manna Fails

12εν τη ημέρα ταύτη εξέλιπε το μάννα τη επαύριον μετά το βεβρωκέναι αυτούς εκ του σίτου της γης και ουκέτι υπήρχε τοις υιοίς Ισραήλ μάννα εκαρπίσαντο δε την χώραν των Φοινίκων εν τω ενιαυτώ εκείνω 13και εγένετο ως ην Ιησούς εν Ιεριχώ και αναβλέψας τοις οφθαλμοίς αυτού είδεν άνθρωπον εστηκότα εναντίον αυτού και η ρομφάια αυτού εσπασμένη εν τη χειρί αυτού και προσελθών ο Ιησούς είπεν αυτώ ημέτερος ει η των υπεναντίων ημών 14ο δε είπεν αυτώ ότι εγώ αρχιστράτηγος δυνάμεως κυρίου νυνί παραγέγονα και Ιησούς έπεσεν επί πρόσωπον αυτού επί την γην και προσεκύνησεν και είπεν αυτώ δεσποτά μου τι προστάσσεις τω σω οικέτη 15και λέγει ο αρχιστράτηγος κυρίου προς Ιησούν λύσαι του υπόδημά σου εκ των ποδών σου ο γαρ τόπος εφ΄ ω έστηκας επ΄ αυτού άγιός εστι και εποίησεν Ιησούς ούτως
Copyright information for ABPGRK