Joshua 8

CHAPTER 8

Ambush at Ai

και είπε κύριος προς Ιησούν μη φοβηθής μηδέ δειλιάσης λάβε μετά σου πάντας τους άνδρας τους πολεμούντας και αναστάς ανάβηθι εις Γαί ιδού δέδωκα εις τας χείράς σου τον βασιλέα Γαί και τον λαόν αυτού και την πόλιν αυτού και την γην αυτού και ποιήσεις Γαί και τω βασιλεί αυτής ον τρόπον εποίησας την Ιεριχώ και τω βασιλεί αυτής και την προνομήν αυτής και των κτηνών αυτής προνομεύσεις σεαυτώ κατάστησον δε σεαυτώ ένεδρα τη πόλει εις τα οπίσω αυτής και ανέστη Ιησούς και πας ο λαός ο πολεμιστής ώστε αναβήναι εις Γαί επέλεξε δε Ιησούς τριάκοντα χιλιάδας ανδρών δυνατούς εν ισχύϊ και απέστειλεν αυτούς νυκτός και ενετείλατο αυτοίς λέγων ίδετε ότι υμείς ενεδρεύσατε την πόλιν οπίσω της πόλεως σφόδρα και έσεσθε πάντες έτοιμοι και εγώ και πάντες οι μετ΄ εμού προσάξομεν προς την πόλιν και έσται ως αν εξέλθωσιν οι κατοικούντες Γαί εις συνάντησιν ημίν καθάπερ και πρωήν και φευξόμεθα από προσώπου αυτών και ως αν εξέλθωσιν οπίσω ημών αποσπάσομεν αυτούς από της πόλεως και ερούσι φεύγουσιν αυτοί από προσώπου ημών ον τρόπον έμπροσθεν και φευξόμεθα απ΄ αυτών υμείς δε εξαναστήσεσθε εκ της ενέδρας και πορεύσεσθε εις την πόλιν και εκτρίψατε την πόλιν και δώσει αυτήν κύριος ο θεός ημών εν χερσίν ημών και έσται ως αν συλλάβητε την πόλιν εμπρήσατε αυτήν εν πυρί κατά το ρήμα τούτο ποιήσατε ιδού εντέταλμαι υμίν και απέστειλεν αυτούς Ιησούς και επορεύθησαν εις την ενέδραν και ενεκάθισαν αναμέσον Βαιθήλ και αναμέσον Γαί από θαλάσσης της Γαί και ηυλίσθη Ιησούς την νύκτα εκείνην εν μέσω του λαού 10 και ορθρίσας Ιησούς τοπρωϊ επεσκέψατο τον λαόν και ανέβησαν αυτός και οι πρεσβύτεροι Ισραήλ κατά πρόσωπον του λαού επί Γαί 11 και πας ο λαός ο πολεμιστής ο μετ΄ αυτού ανέβησαν και πορευόμενοι ήλθον εξεναντίας της πόλεως από ανατολών και τα ένεδρα της πόλεως από θαλάσσης και παρενέβαλον από βορρά της Γαί και η κοιλάς αναμέσον αυτού και της Γαί 12 και έλαβεν ως πέντε χιλιάδας ανδρών και έθετο αυτούς ένεδρον αναμέσον της Βαιθήλ και της Γαί θάλασσαν της Γαί 13 και έταξεν ο λαός πάσαν την παρεμβολήν η ην από βορρά τη πόλει και τα έσχατα αυτού θάλασσαν της πόλεως και επορεύθη Ιησούς την νύκτα εκείνην εν μέσω της κοιλάδος 14 και εγένετο ως είδεν ο βασιλεύς Γαί και έσπευσε και ώρθρισε και εξήλθον οι άνδρες της πόλεως εις συνάντησιν αυτοίς επ ευθείας εις τον πόλεμον αυτός και πας ο λαός αυτού εις τον καιρόν κατά πρόσωπον της Αραβά και αυτός ουκ ήδει ότι ένεδρα αυτώ εστιν οπίσω της πόλεως 15 και είδε και ανεχώρησεν Ιησούς και πας Ισραήλ από προσώπου αυτών 16 και έφυγεν οδόν της ερήμου και ενίσχυσε πας ο λαός της Γαί του καταδιώξαι οπίσω αυτών των υιών Ισραήλ και αυτοί απέστησαν από της πόλεως 17 ου κατελείφθη ουδείς εν τη Γαί και εν Βαιθήλ ος ου κατεδίωξεν οπίσω Ισραήλ και κατέλιπον την πόλιν ανεωγμένην και κατεδίωξαν οπίσω Ισραήλ 18 και είπε κύριος προς Ιησούν έκτεινον την χείρά σου τω γαϊσώ τω εν τη χειρί σου επί την πόλιν εις γαρ τας χείράς σου έδωκα αυτήν και τα ένεδρα εξαναστήσονται εν τάχει εκ του τόπου αυτών 19 και εξέτεινεν ο Ιησούς τον γαϊσόν και την χείρα αυτού επί την πόλιν και τα ένεδρα εξανέστησαν εν τάχει εκ του τόπου αυτών και εξήλθοσαν ότε εξέτεινε την χείρα και εισήλθον εις την πόλιν και κατελάβοντο αυτήν και σπεύσαντες ενέπρησαν την πόλιν εν πυρί 20 και περιβλεψάμενοι οι κάτοικοι Γαί εις τα οπίσω αυτών και εθεώρουν τον καπνόν της πόλεως αναβαίνοντα εις τον ουρανόν και ουκ έτι είχον που φύγωσιν ώδε η ώδε και ο λαός ο φεύγων εις την έρημον εστράφησαν επί τους διώκοντας 21 και Ιησούς και πας Ισραήλ είδον ότι έλαβον τα ένεδρα την πόλιν και ότι ανέβη ο καπνός της πόλεως εις τον ουρανόν και μεταβαλλόμενοι επάταξαν τους άνδρας της Γαί 22 και ούτοι εξήλθον εκ της πόλεως εις συνάντησιν αυτών και εγενήθησαν αναμέσον της παρεμβολής ούτοι εντεύθεν και ούτοι εντεύθεν και επάταξαν αυτούς έως του μη καταλειφθήναι αυτών σεσωσμένον και διαπεφεύγοτα 23 και τον βασιλέα της Γαί συνέλαβον ζώντα και προσήγαγον αυτόν προς Ιησούν 24 και εγένετο ως επαύσαντο οι υιοί Ισραήλ αποκτείνοντες πάντας τους εν τη Γαί και εν τοις πεδίοις και εν τω όρει επί της καταβάσεως ου κατεδίωξαν αυτούς και έπεσον πάντες εν στόματι ρομφαίας απ΄ αυτής εις τέλος και επέστρεψεν Ιησούς εις Γαί και επάταξεν αυτήν εν στόματι ρομφαίας 25 και εγενήθησαν πάντες οι πεσόντες τη ημέρα εκείνη από ανδρός και έως γυναικός δώδεκα χιλιάδες πάντας τους κατοικούντας Γαί 26 και Ιησούς ουκ επέστρεψε χείρα αυτού ην εξέτεινεν εν τω γαϊσω έως ανεθεμάτισε σύμπαντας τους κατοικούντας Γαί 27 πλην των κτηνών και των σκύλων των εν τη πόλει εκείνη επρονόμευσαν εαυτοίς οι υιοί Ισραήλ κατά πρόσταγμα κυρίου ον τρόπον συνέταξε κύριος τω Ιησού 28 και ενεπύρισεν Ιησούς την πόλιν εν πυρί και έθηκεν αυτήν χώμα εις τον αιώνα αοίκητον έως της ημέρας ταύτης 29 και τον βασιλέα της Γαί εκρέμασεν επί ξύλου διδύμου και ην επί του ξύλου έως καιρού της εσπέρας και επιδύνοντος του ηλίου συνέταξεν Ιησούς και καθείλον το σώμα αυτού από του ξύλου και έρριψαν αυτόν εις τον βόθρον προς την πύλην της πόλεως και επέστησαν αυτώ σωρόν λίθων μέγαν έως της ημέρας ταύτης 30 τότε ωκοδόμησεν Ιησούς θυσιαστήριον κυρίω τω θεώ Ισραήλ εν όρει Γεβάλ 31 καθότι ενετείλατο Μωυσής ο θεράπων κυρίου τοις υιοίς Ισραήλ καθά γέγραπται εν τω νόμω Μωυσή θυσιαστήριον λίθων ολόκληρων εφ΄ ους ουκ επεβλήθη επ΄ αυτούς σίδηρος και ανεβίβασεν εκεί ολοκαυτώματα τω κυρίω και θυσίαν σωτηρίου

Joshua Writes the Second Copy of the Law

32 και έγραψεν Ιησούς επί των λίθων το δευτερονόμιον νόμον Μωυσή ον έγραψεν ενώπιον των υιών Ισραήλ 33 και πας Ισραήλ και οι πρεσβύτεροι αυτών και οι δικασταί αυτών και οι γραμματείς αυτών παρεπορεύοντο ένθεν και ένθεν της κιβωτού απέναντι και οι ιερείς και οι Λευίται ήραν την κιβωτόν της διαθήκης κυρίου και ο προσήλυτος και ο αυτόχθων ήσαν οι ημίσεις αυτών επι πλησίον όρους Γαριζίν και οι ήμισυ επι πλησίον όρους Γαιβάλ καθά ενετείλατο Μωυσής ο θεράπων κυρίου ευλογήσαι τον λαόν Ισραήλ εν πρώτοις 34 και μετά ταύτα ανέγνω σύμπαντα τα ρήματα του νόμου τούτου τας ευλογίας και τας κατάρας κατά πάντα τα γεγραμμένα εν τω νόμω Μωυσή 35 ουκ ην ρήμα από πάντων ων ενετείλατο Μωυσής τω Ιησού ο ουκ ανέγνω Ιησούς εις τα ώτα πάσης εκκλησίας Ισραήλ τοις ανδράσι και ταις γυναιξί και τοις παιδίοις και τοις προσηλύτοις τοις προσπορευομένοις τω Ισραήλ
Copyright information for ABPGRK