Joshua 9

CHAPTER 9

Gibeon Misleads Joshua

ως δε ήκουσαν πάντας οι βασιλείς των Αμορραίων εν τω πέραν του Ιορδάνου οι εν τη ορεινή και οι εν τη πεδινή και οι εν πάση τη παραλία της θαλάσσης της μεγάλης και οι προς τω Αντιλιβάνω και οι Χετταίοι και οι Αμορραίοι και οι Γεργεσαίοι και οι Χαναναίοι και οι Φερεζαίοι και οι Ευαίοι και οι Ιεβουσαίοι και συνήλθοσαν εις το αυτό εκπολεμήσαι Ιησούν και Ισραήλ άμα πάντες και οι κατοικούντες Γαβαών ήκουσαν πάντα όσα εποίησε Ιησούς τη Ιεριχώ και τη Γαί και εποίησαν και γε αυτοί μετά πανουργίας και ελθόντες επεστήσαντο και ητοιμάσαντο και λαβόντες σάκκους παλαιούς επί των όνων αυτών και ασκούς οίνου παλαιούς και κατερρωγότας αποδεδεμένους και τα κοίλα των υποδημάτων αυτών και τα σανδάλια αυτών παλαιά και καταπεπελματωμένα εν τοις ποσίν αυτών και τα ιμάτια αυτών πεπαλαιωμένα επ΄ αυτών και οι άρτοι του επισιτισμού αυτών ξηροί εγένετο και ευρωτιών και βεβρωμένος και ήλθοσαν προς Ιησούν εις την παρεμβολήν Ισραήλ εις Γαλγαλά και είπαν προς Ιησούν και προς πάντα Ισραήλ εκ γης μακρόθεν ήκαμεν και νυν διάθεσθε ημίν διαθήκην και είπαν οι υιοί Ισραήλ προς τον ευαίον όρα μη εν εμοί συκατοικής και πως διαθώμεν σοι διαθήκην και είπαν προς Ιησούν οικέται σου εσμέν και είπε προς αυτούς Ιησούς πόθεν εστέ και πόθεν παραγεγόνατε και είπαν προς αυτών εκ γης μακρόθεν σφόδρα ήκασιν οι παίδες σου εν ονόματι κυρίου του θεού σου ακηκόαμεν γαρ το όνομα αυτού και πάντα όσα εποίησεν εν Αιγύπτω 10 και πάντα όσα εποίησε τοις δυσί βασιλεύσι των Αμορραίων οι ήσαν πέραν του Ιορδάνου τω Σηών βασιλεί Εσεβών και τω Ωγ βασιλεί της Βασάν ος κατώκει εν Ασταρώθ και εν Εδραϊν 11 και είπαν προς ημάς οι πρεσβύτεροι ημών και πάντες οι κατοικούντες την γην ημών λέγοντες λάβετε εαυτοίς επισιτισμόν εις την οδόν και πορεύθητε εις συνάντησιν αυτών και ερείτε προς αυτούς οικέται υμών εσμέν και νυν διάθεσθε ημίν την διαθήκην 12 ούτοι οι άρτοι ημών θερμούς εφωδιάσθημεν αυτούς από οίκων ημών εν τη ημέρα η εξήλθομεν παραγενέσθαι προς υμάς νυν δε ιδού εξηράνθησαν και γεγόνασι βεβρώμενοι 13 και ούτοι οι ασκοί του οίνου ους επλήσαμεν καινούς και ούτοι ερρώγασι και ταύτα τα ιμάτια ημών πεπαλαίωνται από της πολλής οδού σφόδρα 14 και έλαβον οι άρχοντες τους επισιτισμούς αυτών και το στόμα κυρίου ουκ επηρώτησαν

Joshua Ordains a Covenant with Gibeon

15 και εποίησεν προς αυτούς Ιησούς ειρήνην και διέθετο προς αυτούς διαθήκην και ώμοσαν αυτοίς οι άρχοντες της συναγωγής 16 και εγένετο μετά τρείς ημέρας μετά το διαθέσθαι προς αυτούς διαθήκην ήκουσαν ότι εγγύθεν εισίν αυτών και ότι εν αυτοίς κατοικούσι 17 και απήραν οι υιοί Ισραήλ και εξήλθον εις τας πόλεις αυτών τη ημέρα τη τρίτη αι δε πόλεις αυτών Γαβαών και Κεφιρά και Βηρώθ και πόλεις Ιαρίμ 18 και ουκ επολέμησαν αυτοίς οι υιοί Ισραήλ ότι ώμοσαν αυτοίς πάντες οι άρχοντες της συναγωγής κύριον τον θεόν Ισραήλ και διεγόγγυσαν πάσα η συναγωγή επί τοις άρχουσι 19 και είπαν πάντες οι άρχοντες πάση τη συναγωγή ημείς ώμοσαμεν αυτοίς κύριον τον θεόν Ισραήλ και νυν ου δυνησόμεθα άψασθαι αυτών 20 τούτο ποιήσομεν αυτοίς ζωγρήσαι αυτούς και περιποιησόμεθα αυτούς και ουκ έσται καθ΄ ημών οργή διά τον όρκον ον ωμόσαμεν αυτοίς 21 και είπαν αυτοίς οι άρχοντες ζήσονται και έσονται ξυλοκόποι και υδροφόροι πάση τη συναγωγή καθάπερ είπαν αυτοίς οι άρχοντες 22 και συνεκάλεσεν αυτούς Ιησούς και είπεν αυτοίς λέγων διατί παρελογίσασθέ με λέγοντες μακράν εσμέν από σου σφόδρα υμείς δε εγχώριοι εστέ των κατοικούντων εν ημίν 23 και νυν επικατάρατοι εστέ ου μη εκλείπη εξ υμών δούλος ουδέ ξυλοκόπος ουδέ υδροφόρος εμοί και τω θεώ μου 24 και απεκρίθησαν τω Ιησού λέγοντες ότι αγγελία ανηγγέλη ημίν όσα συνέταξε κύριος ο θεός σου Μωυσή τω παιδί αυτού δούναι υμίν ταύτην την γην και εξολοθρεύσαι ημάς και πάντας τους κατοικούντας επ΄ αυτής από προσώπου υμών και εφοβήθημεν σφόδρα περί των ψυχών ημών από προσώπου υμών και εποιήσαμεν το πράγμα τούτο 25 και νυν ιδού ημείς υποχείριοι υμίν ως αρέσκει υμίν και ως δοκεί ποιήσαι ημίν ποιήσατε 26 και εποίησαν αυτοίς ούτως και εξείλατο αυτούς Ιησούς εν τη ημέρα εκείνη εκ χειρών υιών Ισραήλ και ουκ ανείλον αυτούς 27 και κατέστησεν αυτούς Ιησούς εν τη ημέρα εκείνη ξυλοκόπους και υδροφόρους πάση τη συναγωγή και τω θυσιαστηρίω του θεού έως της ημέρας σήμερον και εις τον τόπον ον αν εκλέξηται
Copyright information for ABPGRK