Joshua 14

CHAPTER 14

The Land of Canaan Allotted to Israel

1και ούτοι οι κατακληρονομήσαντες υιών Ισραήλ εν τη γη Χαναάν οις κατεκληρονόμησεν αυτοίς Ελεάζαρ ο ιερεύς και Ιησούς ο του Ναυή και οι άρχοντες πατριών φυλών των υιών Ισραήλ 2κατά κλήρους εκληρονόμησαν ον τρόπον ενετείλατο κύριος εν χειρί Μωυσή ταις εννέα φυλαίς και τω ημίσει φυλής 3έδωκεν γαρ Μωυσής κληρονομίαν ταις δύο φυλαίς και τη ημίσει φυλής από του πέραν του Ιορδάνου και τοις Λευίταις ουκ έδωκε κλήρον εν αυτοίς 4ότι ήσαν οι υιοί Ιωσήφ δύο φυλαί Μανασσή και Εφραϊμ και ουκ εδόθη μερίς τοις Λευίταις εν τη γη αλλ΄ η πόλεις κατοικείν και τα προάστεια αυτών τοις κτήνεσιν αυτών και τα κτήνη αυτών 5ον τρόπον ενετείλατο κύριος τω Μωυσή ούτως εποίησαν οι υιοί Ισραήλ και εμερίσαντο την γην 6και προσήλθοσαν υιοί Ιούδα προς Ιησούν εν Γαλγάλοις και είπε προς αυτόν Χαλέβ ο του Ιεφωνή ο Κενεζαίος συ επίστη το ρήμα ο ελάλησε κύριος προς Μωυσήν άνθρωπον του θεού περί εμού και σου εν Κάδης Βαρνή 7τεσσαράκοντα γαρ ετών ήμην ότε απέστειλέ με Μωυσής ο παις του θεού εκ Κάδης Βαρνή κατασκοπεύσαι την γην και απεκρίθην αυτώ λόγον κατά τον νουν αυτού 8οι δε αδελφοί μου οι αναβάντες μετ΄ εμού μετέστησαν την διάνοιαν του λαού εγώ δε προσετέθην επακολουθήσαι κυρίω τω θεώ μου 9και ώμοσε Μωυσής εν τη ημέρα εκείνη λέγων ότι η γη εφ΄ ην επέβης εν αυτή σοι έσται εν κλήρω και τοις τέκνοις σου εις τον αιώνα ότι προσετέθης επακολουθήσαι οπίσω κυρίου του θεού μου 10και νυν διέθρεψέ με κύριος ον τρόπον είπε τούτο τεσσαρακοστόν και πέμπτον έτος αφ΄ ου ελάλησε κύριος το ρήμα τούτο προς Μωυσήν και επορεύθη Ισραήλ εν τη ερήμω και νυν ιδού εγώ ειμι σήμερον υιός ογδοήκοντα και πέντε ετών 11έτι ειμί σήμερον ισχύων ωσεί ότε απέστειλέ με Μωυσής ωσαύτως ισχύω νυν εις τον πόλεμον εξελθείν και εισελθείν 12και νυν αιτούμαί σε το όρος τούτο καθά είπε κύριος τη ημέρα εκείνη ότι συ ακήκοας το ρήμα τούτο εν τη ημέρα εκείνη νυν δε οι Ενακίμ εκεί εισί πόλεις μεγάλαι και οχυραί εάν ουν κύριος μετ΄ εμού η εξολοθρεύσω αυτούς ον τρόπον είπέ μοι κύριος 13και ευλόγησεν αυτόν Ιησούς και έδωκε την Χεβρών τω Χαλέβ υιώ Ιεφωνή εν κλήρω 14διά τούτο εγενήθη η Χεβρών τω Χαλέβ τω του Ιεφωνή του Κενεζαίου εν κλήρω έως της σήμερον ημέρας διά το αυτόν επακολουθήσαι τω προστάγματι κυρίου του θεού Ισραήλ 15το δε όνομα της Χεβρών το πρότερον πόλις Αρβαί μητρόπολις των Ενακίμ αύτη και η γη εκόπασε του πολέμου
Copyright information for ABPGRK