Joshua 17

CHAPTER 17

The Borders of Manasseh

1και εγένετο τα όρια φυλής Μανασσή ότι ούτος πρωτότοκος τω Ιωσήφ τω Μαχείρ πρωτοτόκω Μανασσή πατρί Γαλαάδ αυτός γαρ ανήρ πολεμιστής εν τη Γαλααδίτιδι και εν τη Βασανίτιδι 2και εγενήθη τοις υιοίς Μανασσή τοις λοιποίς κατά δήμους αυτών τοις υιοίς Αβιέζερ και τοις υιοίς Ελέκ και τοις υιοίς Εσριήλ και τοις υιοίς Συχέμ και τοις υιοίς Εφέρ και τοις υιοίς Σεμιδαέ ούτοι υιοί Μανασσή υιόυ Ιωσήφ οι άρσενες κατά δήμους αυτών 3και τω Σαλπαάδ υιώ Οφέρ υιόυ Γαλαάδ υιόυ Μαχείρ υιόυ Μανασσή ουκ ήσαν αυτώ υιοι αλλά θυγατέρες και ταύτα τα ονόματα των θυγατέρων Σαλπαάδ Μααλά και Νουά και Εγλά και Μελχά και Θερσά 4και έστησαν εναντίον Ελεάζαρ του ιερέως και εναντίον Ιησού υιόυ Ναυή και εναντίον των αρχόντων λέγουσαι ο θεός ενετείλατο διά χειρός Μωυσή δούναι ημίν κληρονομίαν εν μέσω των αδελφών ημών και εδόθη αυταίς κληρονομία διά προστάγματος κυρίου κλήρος εν μέσω των αδελφών αυτών του πατρός αυτών 5και έπεσεν ο σχοινισμός Μανασσή πεδίον Λαβέδ εκ της γης Γαλαάδ και της Βασάν η εστι πέραν του Ιορδάνου 6ότι θυγατέρες υιών Μανασσή εκληρονόμησαν κλήρον εν μέσω των αδελφών αυτών η δε γη Γαλαάδ εγενήθη τοις υιοίς Μανασσή τοις καταλελειμμένοις 7και εγενήθη όρια Μανασσή από Ασήρ Μαχθώθ η εστι κατά πρόσωπον Σιχέμ και πορεύεται επί τα όρια επί Ιαμίν και εις Ιασήβ και επί πηγήν Ναφθώθ 8επί των ορίων Μανασσή τοις υιοίς Εφραϊμ 9και καταβήσεται τα όρια επί φάραγγα επί λίβα κατά φάραγγα Ιαρϊρηλ τερέβινθος την Εφραϊμ αναμέσον πόλεως Μανασσή και όρια Μανασσή επί βορράν εις τον χειμάρρουν και έσται η διέξοδος αυτού θάλασσα 10από λιβός τω Εφραϊμ και επί βορράν Μανασσή και έσται η θάλασσα όρια αυτοίς και επί Ασήρ συνάψουσιν επί βορράν και τω Ισσάχαρ από ανατολών 11και έσται Μανασσή εν Ισσάχαρ και εν Ασήρ Βηθσάν και αι κώμαι αυτών και Ιαβλαάμ και αι θυγατέρες αυτής και επί τους κατοικούντας Δωρ και τας κώμας αυτής και επί τους κατοικούντας Ενδώρ και τας κώμας αυτής και επί τους κατοικούντας Θανάχ και τας κώμας αυτής και τους κατοικούντας Μαγγεδώ και τας κώμας αυτής και το τρίτον της Νοφέθ και τας κώμας αυτής 12και ουκ εδυνήθησαν οι υιοί Μανασσή εξολοθρεύσαι τας πόλεις ταύτας και ήρξατο ο Χαναναίος κατοικείν εν τη γη ταύτη 13και εγενήθη επεί κατίσχυσαν οι υιοί Ισραήλ και εποίησαν τους Χαναναίους υπηκόους και εξολοθρεύσει ουκ εξωλόθρευσαν αυτούς 14αντείπαν δε οι υιοί Ιωσήφ τω Ιησού λέγοντες διατί εκληρονόμησας ημάς κλήρον ένα και σχοίνισμα εν εγώ δε λαός πολύς και ευλόγησέ με ο θεός 15και είπεν αυτοίς Ιησούς ει λαός πολύς ει συ ανάβηθι εις τον δρυμόν και εκκάθαρον σεαυτώ εκεί εν τη γη του Φερεζαίου και του Ραφαϊμ ει στενοχωρίσαι το όρος το Εφραϊμ 16και είπαν οι υιοί Ιωσήφ ουκ αρέσκει ημίν το όρος το Εφραϊμ και ίπποις επίλεκτος και σίδηρος παντί τω Χαναναίω τω κατοικούντι εν τη γη Εμέκ εν Βαιθασάν και εν ταις κώμαις αυτής και εν τη κοιλάδι Ιεσραέλ 17και είπεν Ιησούς τοις υιοίς Ιωσήφ τω Εφραϊμ και τω Μανασσή λέγων ει λαός ει πολύς και ισχύν μεγάλην έχεις ουκ έσται σοι κλήρος εις 18ο γαρ δρυμός έσται σοι ότι δρυμός εστιν και εκκαθαριείς αυτόν και έσται σοι η εξοδία αυτού όταν εξολοθρεύσης τον Χαναναίον ότι ίππος επίλεκτός εστι αυτώ ότι ισχυρός εστι συ γαρ υπερισχύεις αυτόν
Copyright information for ABPGRK