Joshua 4

CHAPTER 4

Twelve Memorial Stones

1και επεί συνετέλεσε πας ο λαός διαβαίνων τον Ιορδάνην και είπε κύριος προς Ιησούν λέγων 2παραλαβών δώδεκα άνδρας από του λαού άνδρα ένα αφ΄ εκάστης φυλής 3σύνταξον αυτοίς λέγων ανέλεσθε αυτοίς εντεύθεν εκ μέσου του Ιορδάνου από στάσεως ποδών των ιερέων ετοίμους δώδεκα λίθους και τούτους διακομίσαντες άμα υμίν αυτοίς θέτε αυτούς εν τη στρατοπεδεία υμών ου εάν παρεμβάλητε εκεί την νύκτα 4και ανακαλεσάμενος Ιησούς δώδεκα άνδρας των ενδόξων από των υιών Ισραήλ άνδρα ένα αφ΄ εκάστης φυλής 5είπεν αυτοίς Ιησούς προσαγάγετε προ προσώπου κυρίου του θεού υμών εις μέσον του Ιορδάνου και ανελόμενος αράτω εκείθεν έκαστος λίθον ένα επί των ώμων αυτού κατά τον αριθμόν των φυλών του Ισραήλ 6ίνα υπάρχωσιν υμίν ούτοι εις σημείον κείμενοι διαπαντός ίνα όταν ερωτά σε ο υιός σου αύριον λέγων τι εισίν οι λίθοι ούτοι υμίν 7και συ δηλώσεις τω υιώ σου λέγων ότι εξέλιπεν ο Ιορδάνης ποταμός από προσώπου κιβωτού της διαθήκης κυρίου πάσης της γης ως διέβαινεν αυτόν τον Ιορδάνην και εξέλιπεν το ύδωρ του Ιορδάνου και έσονται οι λίθοι ούτοι υμίν μνημόσυνον τοις υιοίς Ισραήλ έως του αιώνος 8και εποίησαν ούτως οι υιοί Ισραήλ καθότι ενετείλατο κύριος τω Ιησού και λαβόντες δώδεκα λίθους εκ μέσου του Ιορδάνου καθάπερ συνέταξε κύριος τω Ιησού εν τη συντελεία της διαβάσεως των υιών Ισραήλ και διεκόμισαν άμα εαυτοίς εις την παρεμβολήν και απέθηκαν αυτούς εκεί 9έστησε δε Ιησούς και άλλους δώδεκα λίθους εν αυτώ τω Ιορδάνη εν τω γενομένω τόπω υπό τους πόδας των ιερέων των αιρόντων την κιβωτόν της διαθήκης κυρίου και εισίν εκεί έως της σήμερον ημέρας 10ειστήκεισαν δε οι ιερείς οι αίροντες την κιβωτόν της διαθήκης εν μέσω τω Ιορδάνη έως ου συνετέλεσεν πάντα τα ρήματα α ενετείλατο κύριος τω Ιησού αναγγείλαι τω λαώ κατά πάντα όσα ενετείλατο Μωυσής τω Ιησού και έσπευσεν ο λαός και διέβησαν 11και εγένετο ως συνετέλεσε πας ο λαός διαβήναι και διέβη η κιβωτός της διαθήκης κυρίου και οι ιερείς πρότεροι αυτών 12και διέβησαν οι υιοί Ρουβήν και οι υιοί Γαδ και οι ημίσεις φυλής Μανασσή διεσκευασμένοι έμπροσθεν των υιών Ισραήλ καθάπερ ενετείλατο Μωυσής αυτοίς 13τετρακισμύριοι εύζωνοι εις μάχην διέβησαν έναντι κυρίου εις πόλεμον προς την Ιεριχώ πόλιν 14εν εκείνη τη ημέρα ηύξησε κύριος τον Ιησούν εναντίον παντός Ισραήλ και εφοβούντο αυτόν ώσπερ εφοβούντο τον Μωυσήν όσον χρόνον έζη 15και είπε κύριος τω Ιησού λέγων 16έντειλαι τοις ιερεύσι τοις αίρουσι την κιβωτόν της διαθήκης του μαρτυρίου εκβήναι εκ του Ιορδάνου 17και ενετείλατο Ιησούς τοις ιερεύσι λέγων έκβητε εκ του Ιορδάνου 18και εγένετο ως εξέβησαν οι ιερείς οι αίροντες την κιβωτόν της διαθήκης κυρίου εκ μέσου του Ιορδάνου και έθηκαν τους πόδας οι ιερείς επί της ξηράς και ώρμησε το ύδωρ του Ιορδάνου κατά χώραν και επορεύετο καθά και εχθές και τρίτην ημέραν δι΄ όλης της κρηπίδος αυτού 19και ο λαός ανέβη εκ του Ιορδάνου δεκάτη του μηνός του πρώτου και κατεστρατοπέδευσαν οι υιοί Ισραήλ εν Γαλγάλοις κατά μέρος το προς ηλίου ανατολών από της Ιεριχώ 20και τους δώδεκα λίθους τούτους ους έλαβεν εκ του Ιορδάνου έστησεν Ιησούς εν Γαλγάλοις 21και είπεν προς τους υιούς Ισραήλ λέγων όταν ερωτώσιν οι υιοί υμών αύριον υμάς λέγοντες τι εισίν οι λίθοι ούτοι 22αναγγελείτε τοις υιοίς υμών λέγοντες ότι επί ξηράς διέβη Ισραήλ τον Ιορδάνην τούτον 23αποξηράναντος κυρίου του θεού ημών το ύδωρ του Ιορδάνου εκ του έμπροσθεν αυτών μέχρι ου διέβησαν καθάπερ εποίησε κύριος ο θεός ημών την θάλασσαν την ερυθράν ην απεξήρανε κύριος ο θεός έμπροσθεν ημών έως παρήλθομεν 24όπως γνώσι πάντα τα έθνη της γης ότι η δύναμις του κυρίου ισχυρά εστι και ίνα υμείς σέβησθε κύριον τον θεόν ημών εν παντί χρόνω
Copyright information for ABPGRK