Judges 10

CHAPTER 10

Tola and Jair Judge Israel

και ανέστη μετά Αβιμέλεχ του σώσαι τον Ισραήλ Θωλά υιός Φουά υιός πατραδέλφου αυτού ανήρ Ισσάχαρ και αυτός κατώκει εν Σαμίρ εν όρει Εφραϊμ και έκρινε τον Ισραήλ είκοσι και τρία έτη και απέθανε και ετάφη εν Σαμίρ και ανέστη μετ΄ αυτόν Ιαϊρ ο Γαλααδίτης και έκρινε τον Ισραήλ είκοσι και δύο έτη και εγένοντο αυτώ τριάκοντα υιοί επιβεβηκότες επί τριάκοντα πώλους και τριάκοντα πόλεις αυτοίς και αυτάς εκάλεσεν επαύλεις Ιαϊρ έως της ημέρας ταύτης αι εισιν εν γη Γαλαάδ και απέθανεν Ιαϊρ και ετάφη εν Καμών

Israel Afflicted by the Nations

και προσέθεντο οι υιοί Ισραήλ ποιήσαι το πονηρόν έναντι κυρίου και ελάτρευσαν τοις Βααλίμ και τοις Ασταρώθ και τοις θεοίς Συρίας και τοις θεοίς Σιδώνος και τοις θεοίς Μωάβ και τοις θεοίς υιών Αμμών και τοις θεοίς των αλλοφύλων και εγκατέλιπον τον κύριον και ουκ εδούλευσαν αυτώ και εθυμώθη οργή κύριος εν τω Ισραήλ και απέδοτο αυτούς εν χειρί αλλοφύλων και εν χειρί υιών Αμμών και εσάθρωσαν και έθλασαν τους υιούς Ισραήλ εν τω ενιαυτώ εκείνω οκτωκαίδεκα έτη πάντας τους υιούς Ισραήλ τους εν τω πέραν του Ιορδάνου εν γη του Αμορραίου εν τη Γαλααδίτιδι και διέβησαν οι υιοί Αμμών τον Ιορδάνην εκπολεμήσαι και εν τω Ιούδα και Βενιαμίν και εν τω οίκω Εφραϊμ και εθλίβησαν οι υιοί Ισραήλ σφόδρα 10 και έκραξαν οι υιοί Ισραήλ προς κύριον λέγοντες ημάρτομέν σοι ότι εγκατελίπομεν τον θεόν ημών και ελατρεύσαμεν τοις Βααλίμ 11 και είπε κύριος προς τους υιούς Ισραήλ ουχί οι Αιγύπτιοι και οι Αμορραίοι και οι υιοί Αμμών και Μωάβ και αλλόφυλοι 12 και Σιδώνιοι και Αμαλήκ και Χαναάν εξέθλιψαν υμάς και εκεκράξατε προς με και έσωσα υμάς εκ χειρός αυτών 13 και υμείς εγκατελίπετέ με και εδουλεύσατε θεοίς ετέροις διά τούτο ου προσθήσω του σώσαι υμάς 14 βαδίζετε και βοάτε προς τους θεούς ους εξελέξασθε εαυτοίς και αυτοί σωσάτωσαν υμάς εν καιρώ θλίψεως υμών 15 και είπαν οι υιοί Ισραήλ προς κύριον ημάρτομεν ποίησον συ ημίν κατά πάντα όσα αν αρέσκη ενώπιόν σου πλην εξελού ημάς εν τη ημέρα ταύτη 16 και μετέστησαν τους θεούς τους αλλοτρίους εκ μέσου αυτών και ελάτρευσαν τω κυρίω και ωλιγοψύχησεν εν τω κόπω Ισραήλ 17 και ανέβησαν οι υιοί Αμμών και παρενέβαλον εν Γαλαάδ και εξήλθον οι υιοί Ισραήλ και παρενέβαλον εν Μασσηφά 18 και είπον ο λαός οι άρχοντες Γαλαάδ ανήρ προς τον πλησίον αυτού τις ο ανήρ ος άρξεται πολεμήσαι εν τοις υιοίς Αμμών και έσται εις κεφαλήν πάσι τοις κατοικούσι εν Γαλαάδ
Copyright information for ABPGRK