Judges 11

CHAPTER 11

Jephthah Judges Israel

και Ιεφθάε ο Γαλααδίτης ην δυνατός εν ισχύϊ και αυτός υιός γυναικός πόρνης και έτεκεν τω Γαλαάδ τον Ιεφθάε και έτεκεν η γυνή Γαλαάδ αυτώ υιούς και ηδρύνθησαν οι υιοί της γυναικός και εξέβαλον τον Ιεφθάε και είπον αυτώ ου κληρονομήσεις εν τω οίκω του πατρός ημών ότι υιός γυναικός εταίρας συ ει και απέδρα Ιεφθάε εκ προσώπου των αδελφών αυτού και κατώκησεν εν γη Τωβ και συνελέγοντο προς τον Ιεφθάε άνδρες λιτοί και συνεξεπορεύοντο μετ΄ αυτού και εγένετο μεθ΄ ημέρας και επολέμησαν οι υιοί Αμμών μετά Ισραήλ και εγενήθη ηνίκα επολέμησαν οι υιοί Αμμών μετά Ισραήλ και επορεύθησαν οι πρεσβύτεροι Γαλαάδ παραλαβείν τον Ιεφθάε από της γης Τωβ και είπον προς Ιεφθάε δεύρο και έση ημίν εις ηγούμενον και πολεμήσομεν εν τοις υιοίς Αμμών και είπεν Ιεφθάε τοις πρεσβυτέροις Γαλαάδ ουχ υμείς εμισήσατέ με και εξεβάλατέ με εκ του οίκου του πατρός μου και εξαπεστείλατέ με αφ΄ υμών και τι ότι ήλθατε προς με νυν ηνίκα εθλίβητε και είπαν οι πρεσβύτεροι Γαλαάδ προς Ιεφθάε ουκ ούτως νυν συνήλθομεν προς σε και συμπορεύση ημίν και πολεμήσομεν εν τοις υιοίς Αμμών και έση ημίν εις κεφαλήν πάσι τοις κατοικούσι Γαλαάδ και είπεν Ιεφθάε προς τους πρεσβυτέρους Γαλαάδ ει επιστρέφετέ με υμείς πολεμήσαι εν τοις υιοίς Αμμών και παραδώ κύριος αυτούς ενώπιον εμού εγώ έσομαι υμίν εις κεφαλήν 10 και είπαν οι πρεσβύτεροι Γαλαάδ προς Ιεφθάε κύριος έσται ο ακούων αναμέσον ημών ει μη κατά το ρήμά σου ούτως ποιήσομεν 11 και επορεύθη Ιεφθάε μετά των πρεσβυτέρων Γαλαάδ και κατέστησαν ο λαός αυτόν επ΄ αυτών εις κεφαλήν και εις ηγούμενον και ελάλησεν Ιεφθάε πάντας τους λόγους αυτού ενώπιον κυρίου εν Μασσηφά 12 και απέστειλεν Ιεφθάε αγγέλους προς βασιλέα υιών Αμμών λέγων τι εμοί και σοι ότι ήκεις προς με του πολεμήσαι εν τη γη μου 13 και είπε βασιλεύς υιών Αμμών προς τους αγγέλους Ιεφθάε ότι έλαβεν Ισραήλ την γην μου εν τη αναβάσει αυτού εξ Αιγύπτου από Αρνών έως Ιαβόκ και έως του Ιορδάνου και νυν επίστρεψον αυτάς μετ΄ ειρήνης 14 και προσέθετο έτι Ιεφθάε και απέστειλεν αγγέλους προς τον βασιλέα υιών Αμμών 15 και είπαν αυτώ τάδε λέγει Ιεφθάε ουκ έλαβεν Ισραήλ την γην Μωάβ και την γην υιών Αμμών 16 εν τη αναβάσει αυτών εξ Αιγύπτου αλλ΄ επορεύθη Ισραήλ εν τη ερήμω έως θαλάσσης ερυθράς και ήλθεν έως Κάδης 17 και απέστειλεν Ισραήλ αγγέλους προς βασιλέα Εδώμ λέγων παρελεύσομαι διά της γης σου και ουκ ήκουσε βασιλεύς Εδώμ και γε προς βασιλέα Μωάβ απέστειλε και ουκ ηθέλησεν και εκάθισεν Ισραήλ εν Κάδης 18 και διήλθεν εν τη ερήμω και εκύκλωσε την γην Εδώμ και την γην Μωάβ και παρεγένετο κατ΄ ανατολάς ηλίου της γης Μωάβ και παρενέβαλεν εν τω πέραν Αρνών και ουκ εισήλθον εις το όριον Μωάβ 19 και απέστειλεν αγγέλους Ισραήλ προς Σηών βασιλέα των Αμορραίων βασιλέα Εσεβών και είπεν αυτώ Ισραήλ παρελεύσομαι διά της γης σου έως του τόπου μου 20 και ουκ ηθέλησε Σηών τον Ισραήλ διελθείν διά των ορίων αυτού και συνήγαγε Σηών πάντα τον λαόν αυτού και παρενέβαλεν εις Ιασσά και επολέμησεν μετά Ισραήλ 21 και παρέδωκε κύριος ο θεός Ισραήλ τον Σηών και πάντα τον λαόν αυτού εν χειρί Ισραήλ και επάταξεν αυτούς και εκληρονόμησεν Ισραήλ πάσαν την γην του Αμορραίου του κατοικούντος εν τη γη εκείνην 22 και εκληρονόμησε παν το όριον του Αμορραίου από Αρνών και έως του Ιαβόκ και από του ερήμου έως του Ιορδάνου 23 και νυν κύριος ο θεός Ισραήλ εξήρε τον Αμορραίον εκ προσώπου λαού αυτού Ισραήλ και συ κληρονομήσεις αυτόν 24 ουχί όσα κατεκληρονόμήσε σοι Χαμώς ο θεός σου αυτά κατεκληρονομήσεις και πάντα όσα κατεκληρονόμησεν κύριος ο θεός ημών εκ προσώπου υμών αυτά κληρονομήσομεν 25 και νυν μη κρείσσων ει συ υπέρ Βαλαάκ υιόυ Σεπφώρ βασιλέως Μωάβ μη μάχη εμαχέσατο μετά Ισραήλ η πολέμω επολέμησεν αυτοίς 26 εν τω οικήσαι Ισραήλ εν Εσεβών και εν ταις θυγατράσιν αυτής και εν Αροήρ και εν ταις θυγατράσιν αυτής και εν πάσαις ταις πόλεσι ταις παρά τον Ιορδάνην τριακόσια έτη τι ότι ουκ ερρύσαντο αυτούς εν τω καιρώ εκείνω 27 καγώ ουχ ήμαρτόν σοι και συ ποιείς μετ΄ εμού πονηρίαν του πολεμήσαι εν εμοί κρίναι κύριος ο κρίνων σήμερον αναμέσον υιών Ισραήλ και αναμέσον υιών Αμμών 28 και ουκ εισήκουσε βασιλεύς υιών Αμμών των λόγων Ιεφθάε ων απέστειλε προς αυτόν 29 και εγενήθη επί Ιεφθάε πνεύμα κυρίου και διέβη την Γαλαάδ και την Μανασσή και διέβη την σκοπιάν Γαλαάδ και από σκοπιάς Γαλαάδ εις το πέραν υιών Αμμών

Jephthah's Vow

30 και ηύξατο Ιεφθάε ευχήν τω κυρίω και είπεν εάν παραδόσει παραδώς τους υιούς Αμμών εν χειρί μου 31 και έσται ο εκπορευόμενος ος αν εξέλθοι εκ των θυρών του οίκου μου εις απάντησίν μου εν τω επιστρέψαι με εν ειρήνη από των υιών Αμμών και έσται τω κυρίω και ανοίσω αυτόν ολοκαύτωμα 32 και διέβη Ιεφθάε προς υιούς Αμμών του πολεμήσαι προς αυτούς και παρέδωκεν αυτούς κύριος εν χειρί αυτού 33 και επάταξεν αυτούς από Αροήρ και έως του ελθείν Μενίθ είκοσι πόλεις και έως Αβέλ αμπελώνων πληγήν μεγάλην σφόδρα και ενετράπησαν οι υιοί Αμμών από προσώπου υιών Ισραήλ 34 και ήλθεν Ιεφθάε εις Μασσηφά εις τον οίκον αυτού και ιδού η θυγάτηρ αυτού εξεπορεύετο εις απάντησιν αυτού εν τυμπάνοις και χοροίς και αυτή μονογενής και ουκ ην αυτώ πλην αυτής υιός η θυγάτηρ 35 και εγενήθη ηνίκα είδεν αυτήν και διέρρηξε τα ιμάτια αυτού και είπεν οίμοι θυγάτηρ μου εμπεποδοστάτηκάς με εις σκώλον εγένου εν οφθαλμοίς μου και εγώ ήνοιξα το στόμα μου περί σου προς κύριον και ου δυνήσομαι του αποστρέψαι 36 και είπε προς αυτόν ει εν εμοί ήνοιξας το στόμα σου προς κύριον ποίησόν μοι ον τρόπον εξήλθεν εκ του στόματός σου ανθ΄ ων εποίησέ σοι κύριος εκδικήσις εκ των εχθρών σου εκ των υιών Αμμών 37 και είπε προς τον πατέρα αυτής και ποίησόν μοι το ρήμα τούτο έασόν με δύο μήνας και πορεύσομαι και καταβήσομαι επί τα όρη και κλαύσομαι επί τα παρθένεία μου εγώ και αι συνεταιρίδες μου 38 και είπε πορεύου και εξαπέστειλεν αυτήν δύο μήνας και επορεύθη αυτή και αι συνεταιρίδες αυτής και έκλαυσαν επί τα παρθένεια αυτής επί τα όρη 39 και εγένετο μετά το τέλος των δύο μηνών και ανέκαμψε προς τον πατέρα αυτής και επετέλεσεν Ιεφθάε της ευχήν αυτού ην ηύξατο και αυτή ουκ έγνω άνδρα και εγενήθη εις πρόσταγμα εν Ισραήλ 40 εξ ημερών εις ημέρας συνεπορεύοντο αι θυγατέρες Ισραήλ θρηνείν την θυγατέρα Ιεφθάε του Γαλααδίτου του τέσσαρας ημέρας εν τω ενιαυτώ
Copyright information for ABPGRK