Judges 12

CHAPTER 12

Jephthah Wars with Ephraim

και συνήχθησαν οι υιοί Εφραϊμ και ήλθον εις Σεφηνά και είπον προς Ιεφθάε τι ότι επορεύθης πολεμήσαι προς τους υιοίς Αμμών και ημάς ου κέκληκας πορευθήναι μετά σου τον οίκόν σου εμπρήσομεν επί σε εν πυρί και είπε Ιεφθάε προς αυτούς ανήρ αντιδικών ήμην εγώ και ο λαός μου και οι υιοί Αμμών εταπείνουν με σφόδρα και εβόησα προς υμάς και ουκ εσώσατέ με εκ χειρός αυτών και είδον ότι ουκ ην ο σώζων και εθέμην την ψυχήν μου εν τη χειρί μου και διέβην προς υιούς Αμμών και παρέδωκεν αυτούς κύριος εν χειρί μου και ινατί ανέβητε προς με εν τη ημέρα ταύτη πολεμείν εν εμοί και συνήθροισεν Ιεφθάε πάντας τους άνδρας Γαλαάδ και επολέμει τω Εφραϊμ και επάταξαν άνδρες Γαλαάδ τον Εφραϊμ ότι είπαν οι διασεσωσμένοι του Εφραϊμ υμείς Γαλαάδ εν μέσω του Εφραϊμ και εν μέσω του Μανασσή και προκατελάβετο Γαλαάδ τας διαβάσεις του Ιορδάνου του Εφραϊμ και εγενήθη ότε είπαν αυτοίς οι διασεσωσμένοι του Εφραϊμ διαβώμεν δη και είπον αυτοίς οι άνδρες Γαλαάδ μη εκ του Εφραϊμ υμείς και είπαν ουκ εσμέν και είπον αυτοίς είπατε δη στάχυς και ου κατεύθυνε του λαλήσαι ούτως και επελάβοντο αυτούς και έσφαζον αυτούς επί τας διαβάσεις του Ιορδάνου και έπεσαν εξ Εφραϊμ εν τω καιρώ εκείνω τεσσαράκοντα και δύο χιλιάδες και έκρινεν Ιεφθάε τον Ισραήλ εξ έτη και απέθανεν Ιεφθάε ο Γαλααδίτης και ετάφη εν πόλει αυτού Γαλαάδ

Ibzan, Elon, and Abdon Judge Israel

και έκρινε μετ΄ αυτόν τον Ισραήλ Εβεσάν εκ Βηθλεέμ και εγένοντο αυτώ τριάκοντα υιοί και τριάκοντα θυγατέρες αι εξαπεσταλμέναι έξω και τριάκοντα γυναίκας εισήγαγε τοις υιοίς αυτού από έξωθεν και έκρινε τον Ισραήλ επτά έτη 10 και απέθανεν Εβεσάν και ετάφη εν Βηθλεέμ 11 και έκρινε μετ΄ αυτόν τον Ισραήλ Αιλώμ ο Ζαβουλωνίτης και έκρινεν τον Ισραήλ δέκα έτη 12 και απέθανεν Αιλώμ ο Ζαβουλωνίτης και ετάφη εν Αιλώμ εν γη Ζαβουλών 13 και έκρινε μετ΄ αυτόν τον Ισραήλ Αβδώμ υιός Ελλήλ ο Φαραθωνίτης 14 και εγένοντο αυτώ τεσσαράκοντα υιοί και τριάκοντα υιοί των υιών αυτού επιβαίνοντες επί εβδομήκοντα πώλους και έκρινε τον Ισραήλ οκτώ έτη 15 και απέθανεν Αβδών υιός Ελλήλ ο Φαραθωνίτης και ετάφη εν Φαραθών εν γη Εφραϊμ εν όρει του Αμαλήκ
Copyright information for ABPGRK