Judges 2

CHAPTER 2

An Angel Rebukes the House of Israel

και ανέβη άγγελος κυρίου από Γαλγάλ επί τον Κλαυθμώνα και είπε προς αυτούς κύριος ανεβίβασεν υμάς εξ Αιγύπτου και εισήγαγεν υμάς εις την γην ην ώμοσεν τοις πατράσιν υμών του δούναι υμίν και είπεν ου διασκεδάσω την διαθήκην μου μεθ΄ υμών εις τον αιώνα και υμείς ου διαθήσεσθε διαθήκην τοις εγκαθημένοις εις την γην ταύτην ουδέ τοις θεοίς αυτών ου μη προσκυνήσετε αλλά τα γλυπτά αυτών συντρίψατε και τα θυσιαστήρια αυτών κατασκάψατε και ουκ εισηκούσατε της φωνής μου ούτε ταύτα εποιήσατε καγώ είπα ου μη εξάρω αυτούς εκ προσώπου υμών και έσονται υμίν εις συνοχάς και οι θεοί αυτών έσονται υμίν εις σκάνδαλον και εγένετο ως ελάλησεν ο άγγελος κυρίου τους λόγους τούτους προς πάντας υιούς Ισραήλ και επήραν ο λαός την φωνήν αυτών και έκλαυσαν δια τούτο εκλήθη το όνομα του τόπου εκείνου Κλαυθμών και έθυσαν εκεί τω κυρίω

Joshua Dies

και εξαπέστειλεν Ιησούς τον λαόν και απήλθον οι υιοί Ισραήλ έκαστος εις τον τόπον αυτού και εις την κληρονομίαν αυτού κατακληρονομήσαι την γην και εδούλευσεν ο λαός τω κυρίω πάσας τας ημέρας Ιησού και πάσας τας ημέρας των πρεσβυτέρων όσοι εμακροημέρευσαν μετά Ιησούν όσοι έγνωσαν παν το έργον κυρίου το μέγα ο εποίησεν τω Ισραήλ και ετελεύτησεν ο Ιησούς υιός Ναυή δούλος κυρίου υιός εκατόν δέκα ετών και έθαψαν αυτόν εν ορίω της κληρονομίας αυτού εν Θαμναθαρές εν όρει Εφραϊμ από βορρά του όρους Γαάς 10 και γε πάσα η γενεά εκείνη προσετέθησαν προς τους πατέρας αυτών και ανέστη γενεά ετέρα μετ΄ αυτούς οι ουκ έγνωσαν τον κύριον και γε το έργον ο εποίησε τω Ισραήλ

Israel Serves Other Gods

11 και εποίησαν οι υιοί Ισραήλ το πονηρόν εναντίον κυρίου και ελάτρευσαν τοις Βααλίμ 12 και εγκατέλιπον κύριον τον θεόν των πατέρων αυτών τον εξαγαγόντα αυτούς εκ γης Αιγύπτου και επορεύθησαν οπίσω θεών ετέρων από των θεών των λαών των περικύκλω αυτών και προσεκύνησαν αυτούς και παρώργισαν τον κύριον 13 και εγκατέλιπον τον κύριον και ελάτρευσαν τη Βαάλ και ταις Αστάρταις 14 και ωργίσθη θυμώ κύριος εν τω Ισραήλ και παρέδωκεν αυτούς εν χειρί προνομευόντων και κατεπρονόμευσαν αυτούς και απέδοτο αυτούς εν χειρί των εχθρών αυτών κυκλόθεν και ουκ ηδυνήθησαν αντιστήναι κατά πρόσωπον των εχθρών αυτών 15 εν πάσιν οις επορεύοντο και χειρ κυρίου ην εν αυτούς εις κακά καθώς ελάλησε κύριος και καθώς ώμοσε κύριος αυτοίς και εξέθλιψεν αυτούς σφόδρα 16 και ήγειρε κύριος κριτάς και έσωσεν αυτούς κύριος εκ χειρός των προνομευόντων αυτούς και των κριτών αυτών ουχ υπήκουσαν 17 ότι εξεπόρνευσαν οπίσω θεών ετέρων και προσεκύνησαν αυτοίς και παρώργισαν τον κύριον και εξέκλιναν ταχύ εκ της οδού ης επορεύθησαν οι πατέρες αυτών του εισακούειν τας εντολάς κυρίου ουκ εποίησαν ούτως 18 και ότε ήγειρε κύριος αυτοίς κριτάς και ην κύριος μετά του κριτού και έσωσεν αυτούς εκ χειρός εχθρών αυτών πάσας τας ημέρας του κριτού ότι παρεκλήθη κύριος από του στεναγμού αυτών από προσώπου των πολιορκούντων αυτούς και κακούντων αυτούς 19 και εγένετο ως απέθνησκεν ο κριτής και απέστρεφον και πάλιν διέφθειραν υπέρ τους πατέρας αυτών πορευθήναι οπίσω θεών ετέρων και λατρεύειν αυτοίς και προσκυνείν αυτοίς ουκ απέρριψαν τα επιτηδεύματα αυτών και από της οδού αυτών της σκληράς 20 και ωργίσθη θυμώ κύριος εν τω Ισραήλ και είπεν ανθ΄ ων όσα εγκάτελιπε το έθνος τούτο την διαθήκην μου ην ενετειλάμην τοις πατράσιν αυτών και ουκ εισήκουσαν της φωνής μου 21 και εγώ ου προσθήσω του εξάραι άνδρα εκ προσώπου αυτών από των εθνών ων κατέλιπεν Ιησούς 22 και αφήκε του πειράσαι εν αυτώ τον Ισραήλ ει φυλάσσονται αυτοί την οδόν κυρίου πορεύεσθαι εν αυτή ον τρόπον εφύλαξαν οι πατέρες αυτών η ου 23 και αφήκε κύριος τα έθνη ταύτα του μη εξάραι αυτά το τάχος και ου παρέδωκεν αυτά εν χειρί Ιησού
Copyright information for ABPGRK