Lamentations 2

CHAPTER 2

The LORD Destroys Israel and Judah

1ΑΛΕΦ πως εγνόφωσεν οργή αυτού κύριος την θυγατέρα Σιών κατέρριψεν εξ ουρανού εις γην δόξασμα Ισραήλ και ουκ εμνήσθη υποποδίου ποδών αυτού εν ημέρα οργής θυμού αυτού 2ΒΗΘ κατεπόντισε κύριος ου φεισάμενος πάντα τα ωραία Ιακώβ καθείλεν εν θυμώ αυτού τα οχυρώματα της θυγατρός Ιούδα εκόλλησεν εις την γην εβεβήλωσεν βασιλέα αυτής και αρχοντα αυτής 3ΓΙΜΕΛ συνέκλασεν εν οργή θυμού αυτού παν κέρας Ισραήλ απέστρεψεν εις τα οπίσω δεξιάν αυτού από προσώπου εχθρού και ανήψεν εν Ιακώβ ως πυρ φλόγα και κατέφαγε πάντα τα κύκλω 4ΔΑΛΕΘ ενέτεινε τόξον αυτού ως εχθρός εστερέωσε δεξιάν αυτού ως υπεναντίος και απέκτεινε πάντα τα επιθυμήματα των οφθαλμών μου εν σκηνή θυγατρός Σιών εξέχεεν ως πυρ τον θυμόν αυτού 5Η εγενήθη κύριος ως εχθρός κατεπόντισεν Ισραήλ κατεπόντισε πάσας τας βάρεις αυτού διέφθειρε τα οχυρώματα αυτού και επλήθυνε τη θυγατρί Ιούδα ταπεινουμένην και ταταπεινωμένην 6ΟΥΑΥ και διεπέτασεν ως άμπελον το σκήνωμα αυτού διέφθειρεν εορτήν αυτού επελάθετο κύριος α εποίησεν εν Σιών εορτής και σαββάτου και παρώξυνεν εμβριμήματι οργής αυτού βασιλέα και ιερέα 7ΖΑΙΝ απώσατο κύριος θυσιαστήριον αυτού απετίναξεν αγίασμα αυτού συνέτριψεν εν χειρί εχθρού τείχος βαρέων αυτής φωνήν έδωκαν εν οίκω κυρίου ως εν ημέρα εορτής 8ΗΘ ελογίσατο κύριος του διαφθείραι τείχος θυγατρός Σιών εξέτεινε μέτρον ουκ απέστρεψε χείρα αυτού από καταπατήματος και επένθησε το προτείχισμα και τείχος ομοθυμαδόν ησθένησεν 9ΤΗΘ ενεπάγησαν εις γην πύλαι αυτής απώλεσε και συνέτριψεν αυτής μοχλούς βασιλέα αυτής και άρχοντας αυτής εν τοις έθνεσιν ουκ έστι νόμος και γε προφήται αυτής ουκ είδον όρασιν παρά κυρίου 10ΙΩΘ εκάθισαν εις την γην εσιώπησαν πρεσβύτεροι θυγατρός Σιών ανεβίβασαν χουν επί την κεφαλήν αυτών περιεζώσαντο σάκκους κατήγαγον εις γην αρχηγούς παρθένους εν Ιερουσαλήμ 11ΧΑΦ εξέλιπον εν δάκρυσιν οι οφθαλμοί μου εταράχθη η καρδία μου εξεχύθη εις την γην η δόξα μου επί το σύντριμμα της θυγατρός του λαού μου εν τω εκλείπειν νήπιον και θηλάζοντα εν πλατείαις πόλεως 12ΛΑΜΕΔ ταις μητράσιν αυτών είπαν που σίτος και οίνος εν τω εκλύεσθαι αυτούς ως τραυματίας εν πλατείαις πόλεως εν τω εκχείσθαι ψυχάς αυτών εις κόλπον μητέρων αυτών 13ΜΗΜ τι μαρτυρήσω η τι ομοιώσω σοι θύγατερ Ιερουσαλήμ τις σώσει σε παρθένος θυγάτηρ Σιών ότι εμεγαλύνθη ποτήριον συντριβής σου τις ιάσεταί σε 14ΝΟΥΝ προφήταί σου είδοσάν σοι μάταια και αφροσύνην και ουκ απεκάλυψαν επί την αδικίαν σου του επιστρέψαι αιχμαλωσίαν σου και είδοσάν σοι λήμματα μάταια και εξώσματα 15ΣΑΜΕΧ εκρότησαν επί σοι χείρας πάντες οι παραπορευόμενοι οδόν εσύρισαν και εκίνησαν την κεφαλήν αυτών επί την θυγατέρα Ιερουσαλήμ ει αύτη η πόλις ερούσι στέφανος δόξης ευφροσύνης πάσης της γης 16ΑΙΝ διήνοιξαν επί σε στόμα αυτών πάντες οι εχθροί σου εσύρισαν και έβρυξαν οδόντας είπαν κατεπίομεν αυτήν πλην αύτη η ημέρα ην προσεδοκώμεν εύρομεν αυτήν είδομεν 17ΦΗ εποίησε κύριος α ενεθυμήθη συνετέλεσε ρήμα αυτού α ενετείλατο εξ ημερών αρχαίων καθείλε και ουκ εφείσατο και εύφρανεν επί σε εχθρόν ύψωσε κέρας θλίβοντός σε 18ΣΑΔΗ εβόησε καρδία αυτών προς κύριον τείχη Σιών καταγαγέτω ως χειμάρρους δάκρυα ημέρας και νυκτός και δως έκνηψιν σεαυτή μηδέ σιωπησάτω κόρη οφθαλμού σου 19ΚΩΦ ανάστηθι αδολεσχήσαι εν νυκτί εις αρχάς φυλακής σου έκχεον ως ύδωρ καρδίαν σου απέναντι προσώπου κυρίου άρον προς αυτόν χείράς σου περί ψυχών νηπίων σου των εκλυομένων λιμώ απ΄ αρχής πασών εξόδων 20ΡΗΣ ίδε κύριε και επίβλεψον τίνι επεφύλλισας ούτως ει φάγονται γυναίκες καρπόν κοιλίας αυτών φονευθήσονται νήπια θηλάζοντα μαστούς ει αποκτενείς εν αγιάσματι κυρίου ιερέα και προφήτην 21ΣΙΝ εκοιμήθησαν εις γην εξόδον παιδάριον και πρεσβύτης παρθένοι μου και νεανίσκοι μου επορεύθησαν εν αιχμαλωσία εν ρομφαία εν λιμω απέκτεινας εν ημέρα οργής σου εμαγείρευσας ουκ εφεισω 22ΘΑΥ εκάλεσας ωσεί ημέραν εορτής παροικίας μου κυκλόθεν και ουκ εγένετο εν ημέρα οργής κυρίου ανασωζόμενος και καταλελειμμένος ως επεκράτησα και επλήθυνα εχθρούς μου πάντας
Copyright information for ABPGRK