Leviticus 10

CHAPTER 10

Nadab and Abihu Offer Alien Fire

και λαβόντες οι δύο υιοί Ααρών Ναδάβ και Αβιούδ έκαστος το πυρείον αυτού επέθηκαν επ΄ αυτά πυρ και επέβαλον επ΄ αυτά θυμίαμα και προσήνεγκαν έναντι κυρίου πυρ αλλότριον ο ου προσέταξε κύριος αυτοίς και εξήλθε πυρ παρά κυρίου και κατέφαγεν αυτούς και απεθάνον έναντι κυρίου και είπε Μωυσής προς Ααρών τούτό εστιν ο ελάλησε κύριος λέγων εν τοις εγγίζουσί μοι αγιασθήσομαι και εν πάση τη συναγωγή δοξασθήσομαι και κατενύχθη Ααρών και εκάλεσε Μωυσής τον Μισαήλ και τον Ελισαφάν υιούς Οζιήλ αδελφού του πατρός Ααρών και είπεν αυτοίς προσέλθατε και άρατε τους αδελφούς υμών εκ προσώπου των αγίων έξω της παρεμβολής και προσήλθον και ήραν αυτούς εν τοις χιτώσιν αυτών έξωθεν της παρεμβολής ον τρόπον ελάλησε Μωυσής και είπε Μωυσής προς Ααρών και Ελεάζαρ και Ιθάμαρ τους υιούς αυτού τους καταλελειμμένους τας κεφαλάς υμών ουκ αποκιδαρώσετε και τα ιμάτια υμών ου διαρρήξετε ίνα μη αποθάνητε και επί πάσαν την συναγωγήν έσται θυμός οι δε αδελφοί υμών πας ο οίκος Ισραήλ κλαύσονται τον εμπυρισμόν ον ενεπύρισθησεν κυρίου και από της θύρας της σκηνής του μαρτυρίου ουκ εξελεύσεσθε ίνα μη αποθάνητε το έλαιον γαρ της χρίσεως το παρά κυρίου εφ΄ υμίν εστίν και εποίησαν κατά το ρήμα Μωυσή και ελάλησε κύριος τω Ααρών λέγων οίνον και σικέρα ου πίεσθε συ και οι υιοί σου μετά σου ηνίκα αν εισπορεύησθε εις την σκηνήν του μαρτυρίου η προσπορευομένων υμών προς το θυσιαστήριον και ου μη αποθάνητε νόμιμον αιώνιον εις τας γενεάς υμών 10 διαστείλαι αναμέσον των αγίων και των βεβήλων και αναμέσον των ακαθάρτων και των καθαρών 11 και συμβιβάζειν τους υιούς Ισραήλ άπαντα τα νόμιμα α ελάλησε κύριος προς αυτούς διά χειρός Μωυσή 12 και είπε Μωυσής προς Ααρών και προς Ελεάζαρ και Ιθάμαρ τους υιούς αυτού τους καταλειφθέντας λάβετε την θυσίαν την καταλειφθείσαν από των καρπωμάτων κυρίου και φάγετε άζυμα παρά το θυσιαστήριον ότι άγια αγίων εστί 13 και φάγεσθε αυτήν εν τόπω αγίω νόμιμον γαρ σοι εστί και νόμιμον τοις υιοίς σου τούτο από των καρπωμάτων κυρίου ούτως γαρ εντέταλταί μοι 14 και το στηθύνιον του αφορίσματος και τον βραχίονα του αφαιρέματος φάγεσθε εν τόπω αγίω συ και οι υιοί σου και ο οίκός σου μετά σου νόμιμον σοι και νόμιμον τοις υιοίς σου εδόθη από των θυσιών των σωτηρίων των υιών Ισραήλ 15 τον βραχίονα του αφαιρέματος και το στηθύνιον του αφορίσματος επί των καρπωμάτων των στεάτων προσοίσουσιν αφόρισμα αφορίσαι έναντι κυρίου και έσται σοι και τοις υιοίς σου και ταις θυγατράσι σου μετά σου νόμιμον αιώνιον ον τρόπον συνέταξε κύριος τω Μωυσή 16 και τον χίμαρον τον περί της αμαρτίας ζητών εξεζήτησε Μωυσής και οδέ ενεπεπύριστο και εθυμώθη Μωυσής επί Ελεάζαρ και Ιθάμαρ τους υιούς Ααρών τους καταλελειμμένους λέγων 17 διατί ουκ εφάγετε το περί της αμαρτίας εν τόπω αγίω ότι γαρ άγια αγίων εστί τούτο έδωκεν υμίν φαγείν ίνα αφέλητε την αμαρτίαν της συναγωγής και εξιλάσησθε περί αυτών έναντι κυρίου 18 ου γαρ εισηνέχθη απο του αίματος αυτού εις το άγιον κατά πρόσωπον έσω φάγεσθε αυτό εν τόπω αγίω ον τρόπον συνετάγη μοι 19 και ελάλησεν Ααρών προς Μωυσήν λέγων ει σήμερον προσαγηόχασι τα περί της αμαρτίας αυτών και τα ολοκαυτώματα αυτών έναντι κυρίου και συμβέβηκέ μοι τοιαύτα και φάγομαι το περί της αμαρτίας σήμερον μη αρεστόν έσται κυρίω 20 και ήκουσε Μωυσής και ήρεσεν αυτώ
Copyright information for ABPGRK